Ψάχνοντας στο Παρελθόν
Θέλετε να αντιδράσετε στο μήνυμα; Φτιάξτε έναν λογαριασμό και συνδεθείτε για να συνεχίσετε.

Μαρτύριον Ησαΐου

Πήγαινε κάτω

Μαρτύριον Ησαΐου Empty Μαρτύριον Ησαΐου

Δημοσίευση από DataTraveller Δευ Φεβ 17, 2014 8:35 am

Text follows Robert Henry Charles, The Ascension of Isaiah, 1900.
Chapter 1,1-2 = Charles 221ff. as 1,1; Chapter 2,1-3 = Charles 146 as 3,1-3a.; Chapter 2,4-3,12 on = Charles 84-95.
Προφητεία, ἀποκάλυψις καὶ μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου καὶ μεγίστου τῶν προφητῶν Ἡσαΐου τοῦ προφήτου.


11 Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζεκίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα ἐτῶν ἕνδεκα, 2 ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ.
21 Ἐτελεύτησεν δὲ Ἐζεκίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλαβεν τὴν βασιλείαν αὐτοῦ. 2 Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ' ἐπελάθετο πάντων. καὶ ἀφῆκεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ. 3 Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνήσεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ καὶ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, 4 [... Μ]ανασσῆ, καὶ κατε[δυ]νάμου αὐτὸν ἐν [τῇ] ἀποστάσει καὶ τῇ [ἀν]ομίᾳ, ἥτις ἐσπάρη ἐν [Ἱ]ερουσαλήμ. 5 Κα[ὶ] ἐπλήθυνεν [ἡ] φαρμακεία καὶ ἡ μαγεία καὶ ἡ μαντεία καὶ οἱ κληδονισμοὶ καὶ ἡ πορνεία καὶ ὁ διωγμὸς τῶν δικαίων ἐν χερσὶ Μανασσῆ καὶ ἐν χερσὶν τοῦ Τουβὶ τοῦ Χανανίτου καὶ ἐν χερσὶν Ἰωνὰν τοῦ Ναθὼθ καὶ ἐν χερσὶν Σαδὼκ τοῦ ἐπὶ τῶν πραγματειῶν. 6 καὶ οἱ λοιποὶ λόγοι ἰδοὺ γεγραμμένοι εἰσ[ὶν ἐ]ν τοῖς βίβλοις τῶν [β]ασ[ιλέων] Ἰούδα καὶ Ἰ[σραήλ] 7 [κ]αὶ τὴν πομπὴ[ν αὐ]τοῦ ἀνεχώρησεν ἀπ[ὸ] Ἱ[ερουσαλ]ὴμ καὶ ἐκάθισεν ἐν Β[ηθ]λεὲμ τῆς Ἰουδαίας. 8 [καὶ] ἐκεῖ δὲ ἦν ἀνομ[ία π]ολλή, καὶ ἀναχωρήσα[ς] ἀπὸ Βηθλεὲμ ἐκά[θι]σεν ἐν τῷ ὄρει ἐν τόπῳ ἐρήμῳ. 9 καὶ Μιχάας ὁ προφήτης καὶ Ἀνανίας ὁ γέρων καὶ [Ἰ]ωὴλ καὶ Ἀμβακοὺμ καὶ Ἰ[σ]ασοὺφ ὁ υἱὸς αὐτοῦ καὶ πολλοὶ τῶν πιστῶν τῶν πιστευόντων εἰς οὐρανοὺς ἀναβῆναι ἀνεχώρησαν, καὶ ἐκάθισαν εἰς τὸ ὄρος, 10 πάντε[ς] σάκκον περιβεβλημένοι καὶ πάντες ἦσαν προφῆται, οὐδὲν ἔχοντες μετ' αὐτῶν ἀλλὰ γυμνοὶ ἦσαν, πενθοῦντες πένθος μέγα περὶ τῆς πλ[ά]νης τοῦ Ἰσραήλ. 11 καὶ οὗτοι οὐκ ἤσθιον εἰ μὴ βοτάνας τίλλον[τε]ς ἐκ τῶν ὀρέων καὶ ...[...]αν μετὰ Ἠσα[ίο]υ οἰκοῦντες. καὶ ἐπε[ὶ] ἦσαν ἐν τ[ο]ῖς ὄρεσιν καὶ ἐν τοῖς βουνοῖς [δ]ύ[ο ἔ]τη ἡμερῶν 12 [ἐπὶ] τοῦ ε[ἶ]ναι αὐτοὺς [ἐν] τοῖς ἐρήμ[ο]ις καὶ ... ἐν Σαμαρίᾳ ᾧ [ὄ]νομα ἦν Βελιχειὰρ ἐκ τῆς συγγενίας Σεδεκίου υἱοῦ Χανανὶ τοῦ ψευδοπροφήτου ὃς ἦν κατοικῶν ἐν Βηθανίᾳ. καὶ Σεδεκίας υἱὸς Χανανὶ ὃς ἦν ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ, ἐν δὲ ταῖς ἡμέραις Ἀχαὰβ βασιλέως τοῦ Ἰσραὴλ ἦν διδάσκαλος τῶν τετρακοσίων προφητῶν τοῦ Βαάλ, καὶ αὐτὸ[ς] ἐράπισεν καὶ ὕβρισεν τὸν Μιχαίαν υἱὸν Ἰεμμαδὰ τὸν προφήτην· 13 καὶ αὐτὸς δὲ ὑβρ[ίσ]θη ὑπὸ Ἀχαὰβ καὶ ἐβλήθη Μιχαίας εἰς φυλακήν. καὶ ἦν μ[ε]τὰ Σεδεκίου τοῦ ψευδοπροφήτο[υ] ὄντος. ἦσαν μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰ[μ] ἐν Σεμμωμα ... 14 καὶ Ἠλείας [ὁ προφή]της ἐκ Θεσ[βῶν] ... καὶ τὴν Σαμαρίαν, καὶ αὐτὸς ἐπροφήτευεν περὶ Ὀχοζείου ὅτι ἐν κλίνῃ ἀρρωστίας ἀποθανεῖται καὶ ἡ Σαμαρία εἰς χεῖρας Ἀλνασὰρ παραδοθήσεται ἀνθ' ὧν ἐφόνευεν τοὺς προφήτας τοῦ Θ[εο]ῦ. 15 [κα]ὶ ἀκούσαντες οἱ προφῆται [ο]ἱ μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰμ καὶ [ὁ] διδάσκαλος αὐτῶν Ἰαλλαρίας ἐξ ὄρους Ἰσλαλ 16 καὶ αὐτὸς ἦν [ὁ Βεχειρ[ὰ]] ἀδελφὸς τοῦ Σεδεκίου, ἀκούσαν[τ]ες μετέπεισαν τὸν Ὀχοζείαν βασίλεα Γομόρρων καὶ ἐφό[ν]ευσαν τὸν Μιχαί[α]ν.
31 καὶ Βεχειρὰ ἔγνω, [κ]αὶ εἶδεν τὸν τό[π]ον τοῦ Ἠσαίου [καὶ τῶ]ν προφη[τῶν τῶν] μετ' αὐ[τοῦ. οὗτο]ς γὰρ ἦν οἰκῶν ἐν τῇ χώρᾳ Βηθλεέμ, καὶ ἐκολλήθη τῷ Μανασσῇ. καὶ αὐτὸς ἦν ψευδοπροφητεύων ἐν Ἱερουσαλήμ, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἐκολλήθησαν πρὸς αὐτόν. καὶ αὐτὸς δὲ ἦν ἀπὸ Σαμαρίας. 2 καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν Ἀλγασὰρ Ἀσσυρίων βασιλέα καὶ αἰχμαλωτίσαι τὴν Σαμαρίαν καὶ λαβεῖν τὰς ἐν [νέ]α ἥμισυ φυλὰς ἐν αἰχμαλωσίᾳ καὶ ἀπενέγκαι αὐτοὺς εἰς ὄρη Μήδων καὶ ποταμῶν [καὶ] Γωζάν, 3 οὗτος ἦν νεώτερος, καὶ ἔφυγεν καὶ ἦλθεν εἰς Ἱε[ρου]σαλὴμ ἡμ[έρ]αις [Ἑζε]κίου βασ[ιλέως Ἰ]ούδα. κα[ὶ οὐκ ἐ]πάτει εἰς Σαμαρίαν ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ, ὅτι τὸν Ἑζεκίαν ἐφοβεῖτο. 4 καὶ εὑρέθη ἐν τῷ χρόνῳ Ἑζεκίου λαλῶν λόγους ἀνομίας ἐν Ἱερουσαλήμ, 5 καὶ κατηγορήθη ὑπὸ τῶν παίδων Ἑζεκίου καὶ ἔφυγεν εἰς τὴν χώραν Βηθλεέμ. καὶ ἔπεισαν 6 καὶ κατηγόρησεν Μελχειρὰ τοῦ Ἠσαίου καὶ τῶν προφητῶν λέγων ὅτι Ἠσαίας καὶ οἱ προφῆται οἱ μετὰ Ἠσαίου προφητεύουσιν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ [τὰ]ς πόλεις Ἰούδα [κα]ὶ Βε[νι]αμεὶν ὅτι [πο]ρεύ[σο]νται ἐν γαλε[άγ]ρ[αις κα]ὶ ἐν πέδαις ... ἀπελεύσῃ, 7 καὶ αὐτοὶ ψευδοπροφητεύουσιν καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν καὶ τὸν Βενιαμεὶν αὐτοὶ μισοῦσιν, καὶ ὁ λόγος αὐτῶν κακὸς ἐπὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. 8 καὶ αὐτὸς Ἠσαίας εἶπεν [αὐτοῖς], βλέπω πλέον Μωυσῆ τοῦ προφήτου. 9 εἶπεν γὰρ Μωυσῆς ὅτι οὐκ ὄψεται ἄνθρωπος τὸν θεὸν καὶ ζήσετα[ι], Ἠσαίας δὲ εἶπεν εἶδον τὸν [θεὸν] κ[α]ὶ ἰδοὺ ζῶ. 10 βασι[λ]εῦ [γί]νω[σ]κε ὅτι ψευδή[ς] ἐστιν. καὶ τὴν Ἱ[ε]ρουσαλὴμ Σόδο[μ]α ἐκάλεσεν, κ[αὶ τοὺσ] ἄρχοντα[ς Ἰούδα] καὶ Ἰσραὴλ [λαὸν Γο]μόρρας πρ[οσηγό]ρευσεν. [κ]α[ὶ πολλὰ] κατηγόρει ἐπὶ τοῦ Μανασσῆ καὶ τῶν προφητῶν. 11 καὶ ἐκάθισεν Βελιὰρ ἐν τῇ καρ[δ]ίᾳ τοῦ Μανασσῆ καὶ ἐν τῇ καρδίᾳ τῶν ἀρχόντων Ἰούδα καὶ Βενιαμεὶν καὶ τῶν εὐνούχων καὶ τῶν συμβούλων τοῦ βασιλέως, 12 καὶ ἤρεσαν αὐτῷ οἱ λόγοι τοῦ Βελχειρὰ καὶ ἀπέστειλεν καὶ ἐκράτησεν τὸν Ἠσαίαν.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή


 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης