Ψάχνοντας στο Παρελθόν
Θέλετε να αντιδράσετε στο μήνυμα; Φτιάξτε έναν λογαριασμό και συνδεθείτε για να συνεχίσετε.

Αναφορές στους Σαυρομάτες 1

Πήγαινε κάτω

Αναφορές στους Σαυρομάτες 1 Empty Αναφορές στους Σαυρομάτες 1

Δημοσίευση από Επισκέπτης Δευ Δεκ 16, 2013 3:33 pm

Ηρόδοτος Βιβλίο 4 ( Μελπομένη )

Στίχος 21

Τάναϊν δὲ ποταμὸν διαβάντι οὐκέτι Σκυθική, ἀλλ᾽ ἡ μὲν πρώτη τῶν λαξίων Σαυροματέων ἐστί, οἳ ἐκ τοῦ μυχοῦ ἀρξάμενοι τῆς Μαιήτιδος λίμνης νέμονται τὸ πρὸς βορέην ἄνεμον ἡμερέων πεντεκαίδεκα ὁδόν, πᾶσαν ἐοῦσαν ψιλὴν καὶ ἀγρίων καὶ ἡμέρων δενδρέων· ὑπεροικέουσι δὲ τούτων δευτέρην λάξιν ἔχοντες Βουδῖνοι, γῆν νεμόμενοι πᾶσαν δασέαν ὕλη παντοίῃ.

Σκύλακος Περίπλους

Μετά δε Σκύθας εισί Σαυρομάται έθνος , και ποταμός Ταναϊς ορίζει Ασίαν και Ευρώπην.


Αρριανού Αλεξάνδρου Ανάβασις Βιβλίο Ά

Ἀπὸ δὲ τῆς μάχης τριταῖος ἀφικνεῖται Ἀλέξανδρος ἐπὶ τὸν ποταμὸν τὸν Ἴστρον, ποταμῶν τῶν κατὰ τὴν Εὐρώπην μέγιστον ὄντα καὶ πλείστην γῆν ἐπερχόμενον καὶ ἔθνη μαχιμώτατα ἀπείργοντα, τὰ μὲν πολλὰ Κελτικά, ὅθεν γε καὶ αἱ πηγαὶ αὐτῷ ἀνίσχουσιν, ὧν τελευταίους Κουάδους καὶ Μαρκομάνους. ἐπὶ δὲ Σαυροματῶν μοῖραν, Ἰάζυγας. ἐπὶ δὲ Γέτας τοὺς ἀπαθανατίζοντας. ἐπὶ δὲ Σαυρομάτας τοὺς πολλούς. ἐπὶ δὲ Σκύθας ἔστε ἐπὶ τὰς ἐκβολάς, ἵνα ἐκδιδοῖ κατὰ πέντε στόματα ἐς τὸν Εὔξεινον πόντον.

Διόδωρος Σικελίωτης

Ιστορική Βιβλιοθήκη

[2,43] Περὶ δὲ τῶν Σκυθῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν. οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατ´ ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δ´ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον. τὸ μὲν οὖν πρῶτον παρὰ τὸν Ἀράξην ποταμὸν ὀλίγοι κατῴκουν παντελῶς καὶ διὰ τὴν ἀδοξίαν καταφρονούμενοι· ἕνα δὲ τῶν ἀρχαίων ἔχοντες βασιλέα φιλοπόλεμον καὶ διαφέροντα στρατηγίᾳ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην καὶ τὴν ἄλλην χώραν ἕως Τανάιδος ποταμοῦ. ὕστερον δὲ μυθολογοῦσι Σκύθαι παρ´ αὑτοῖς γενέσθαι γηγενῆ παρθένον· ταύτην δ´ ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης. ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα. τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφ´ ἑαυτοῦ Σκύθας προσαγορεῦσαι. τῶν δὲ ἀπογόνων τούτου τοῦ βασιλέως ἀδελφοὺς δύο γενέσθαι διαφόρους ἀρετῇ, καὶ τὸν μὲν Πάλον, τὸν δὲ Νάπην ὠνομάσθαι. τούτων δ´ ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφ´ ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευθῆναι. μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασθαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ θάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατ´ Αἴγυπτον Νείλου. πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐθνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυθῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δ´ ἐπὶ τὴν Κασπίαν θάλατταν καὶ Μαιῶτιν λίμνην· ηὐξήθη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔθνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφ´ ὧν τοὺς μὲν Σάκας προσαγορευθῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δ´ Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας. ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηθέντων ἐθνῶν μετῳκίσθαι, δύο δὲ μεγίστας ἀποικίας γενέσθαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταθεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆς τε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δ´ ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καθιδρυθεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασθῆναι. τούτους δ´ ὕστερον πολλοῖς ἔτεσιν αὐξηθέντας πορθῆσαι πολλὴν τῆς Σκυθίας, καὶ τοὺς καταπολεμηθέντας ἄρδην ἀναιροῦντας ἔρημον ποιῆσαι τὸ πλεῖστον μέρος τῆς χώρας.


Αναφορές γίνονται και στα έργα :


1. Ιστορικά του Πολύβιου

2. Φυσική Ιστορία


Ιωάννου Τζέτζου Βιβλίον Ιστορικής

Οι Ρώς και οι Σαυρομάται δε και οι ιδίως Σκύθαι
Και πάν όποιον πρόσοικον έθνος πνοαίς Βορέου Κοινώς κατονομάζονται Σκύθαι , Σκυθών τη κλήσει.

Βιβλίον Ιωάννου Στωβαίου

Σαυρομάται δε τριών ημερών σιτούνται εις πλήρωσιν, τας δε γυναιξί πάντα πείθονται ως δέσποινας .
Παρθένον δε ου πρότερον συνοικίζουσι προς γάμον πρίν αν πολέμιον άνδρα κτεινή.

Πασχάλιον Χρονικόν

Εισίν δε τα του Ιαφέθ έθνη τα από Μηδίας έως του Εσπέριου κατεσπαρμένα Ωκεανού βλέποταν τα πρός βορράν ούτως.

Μηδοί , Έλληνες , Αλβανοί , Ουεννοί , Αρμένιοι , Δαυνείς , Κορζηνοί , Ιππηκοί , Παφλαγόνες , Ίβηρες , οι και Τυράνιοι , Χάλυβες , Κελταίοι , Σαυρομάται.

Μερικές αναφορές μόνο.




Επισκέπτης
Επισκέπτης


Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης