Ψάχνοντας στο Παρελθόν
Θέλετε να αντιδράσετε στο μήνυμα; Φτιάξτε έναν λογαριασμό και συνδεθείτε για να συνεχίσετε.

Λόγος παραινετικός πρός Ελληνας

Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:43 am

Λόγος παραινετικός πρός Ελληνας Ioustinos

Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες
Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς
ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλονεικίας
καὶ τῆς τῶν προγόνων πλάνης ἀπαλλαγέντας, ἑλέσθαι τὰ λυ-
σιτελοῦντα νῦν, οὐδὲν οἰομένους περὶ τοὺς προγόνους ὑμῶν
ἔσεσθαι παρ' ὑμῶν πλημμελές, εἰ τἀναντία νυνὶ τῶν πρό-
τερον μὴ καλῶς δοξάντων αὐτοῖς χρήσιμα φαίνοιτο παρ' ὑμῖν.
Ἡ γὰρ τῶν πραγμάτων ἀκριβὴς ἐξέτασις καὶ τὰ δόξαντα
πολλάκις καλῶς ἔχειν ἀλλοιότερα δείκνυσιν, ἀκριβεστέρᾳ
πείρᾳ τἀληθὲς βασανίσασα. Ἐπεὶ τοίνυν ἡμῖν ὁ περὶ τῆς
ἀληθοῦς θεοσεβείας πρόκειται λόγος, ἧς οὐδέν, οἶμαι, προ-
τιμότερον τοῖς ἀκινδύνως βιοῦν προῃρημένοις εἶναι νενό-
μισται διὰ τὴν μέλλουσαν μετὰ τὴν τελευτὴν τοῦδε τοῦ βίου
ἔσεσθαι κρίσιν, ἣν οὐ μόνον οἱ ἡμέτεροι κατὰ θεὸν προκη-
ρύττουσι πρόγονοι, προφῆταί τε καὶ νομοθέται, ἀλλὰ καὶ οἱ

παρ' ὑμῖν νομισθέντες εἶναι σοφοί, οὐ ποιηταὶ μόνον ἀλλὰ
καὶ φιλόσοφοι, οἱ τὴν ἀληθῆ καὶ θείαν εἰδέναι παρ' ὑμῖν
ἐπαγγελλόμενοι γνῶσιν, ἔδοξέ μοι καλῶς ἔχειν, πρῶτον μὲν
τοὺς τῆς θεοσεβείας ἡμῶν τε καὶ ὑμῶν ἐξετάσαι διδασκά-
λους, οἵτινες καὶ ὅσοι καὶ καθ' οὓς γεγόνασι χρόνους, ἵν' οἱ
μὲν πρότερον τὴν ψευδώνυμον θεοσέβειαν παρὰ τῶν προγόνων
παρειληφότες, νῦν γοῦν αἰσθόμενοι, τῆς παλαιᾶς ἐκείνης
ἀπαλλαγῶσι πλάνης, ἡμεῖς δὲ σαφῶς καὶ φανερῶς ἡμᾶς
αὐτοὺς ἀποδείξωμεν τῇ τῶν κατὰ θεὸν προγόνων ἑπομένους
θεοσεβείᾳ.

Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν
διδασκάλους εἶναί φατε; Τοὺς ποιητάς; Ἀλλ' οὐ συνοίσει
ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγειν. Ἴσασι γὰρ
τὴν ὑπ' αὐτῶν γελοιοτάτην περὶ θεῶν θεογονίαν λεγομένην,
ὡς ἔστιν ἡμῖν ἀπὸ τῶν τοῦ κορυφαιοτάτου παρ' ὑμῖν καὶ
πρώτου τῶν ποιητῶν Ὁμήρου μανθάνειν. Oὗτος γὰρ πρῶτον
μὲν τὴν τῶν θεῶν γένεσιν ἐξ ὕδατος τὴν ἀρχὴν ἐσχηκέναι φη-
σίν. Oὕτω γὰρ γέγραφεν•

Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν.
Ἔπειτα δὲ καὶ ἃ περὶ τοῦ πρώτου παρ' αὐτοῖς νομιζομένου
θεοῦ λέγει, ὃν καὶ πατέρα ὀνομάζει πολλάκις ἀνδρῶν τε θεῶν
τε, ἀναγκαῖον ὑπομνῆσαι. Ἔφη γάρ•

Ζεύς, ὅστ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
Aὐτὸν τοίνυν οὐ πολέμου ταμίαν μόνον τῷ στρατεύματι, ἀλλὰ
καὶ ἐπιορκίας Τρωσὶ διὰ τῆς αὐτοῦ θυγατρὸς αἴτιον γεγενῆ-
σθαί φησι• τοῦτον ἐρῶντα καὶ σχετλιάζοντα καὶ ὀλοφυρό-
μενον καὶ ὑπὸ τῶν ἄλλων θεῶν ἐπιβουλευόμενον Ὅμηρος
εἰσάγει, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἑαυτοῦ παιδὸς λέγοντα•

Ὤ μοι ἐγών, ὅτε μοι Σαρπηδόνα, φίλτατον ἀνδρῶν,
Μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι!
ποτὲ δὲ ὑπὲρ τοῦ Ἕκτορος•

Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
Ὀφθαλμοῖσιν ὁρῶμαι•ἐμὸν δ' ὀλοφύρεται ἦτορ.

Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν κατὰ τῆς τοῦ Διὸς ἐπι-
βουλῆς λέγει, ἴσασιν οἱ ἐντυγχάνοντες τοῖς ἔπεσι τούτοις•

Ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.

Καὶ εἰ μὴ τὸν ὃν Βριάρεων καλέουσι ὑπέδεισαν οἱ μάκαρες
θεοί, ἐδέδετο ἂν ὑπ' αὐτῶν ὁ Ζεύς. Ὅσα δὲ καὶ περὶ τῆς
ἐρωτικῆς τοῦ Διὸς ἀκολασίας Ὅμηρος λέγει, ἀναγκαῖον δι'
αὐτῶν ὑμᾶς ὑπομνῆσαι ὧν εἴρηκε •ητῶν. Ἔφη γὰρ αὐτὸν
οὕτω πρὸς τὴν Ἥραν λέγειν•

Oὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
Oὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
Oὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
Oὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
Oὐδ' ὅτε περ Σεμέλης, οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ,
Oὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
Oὐδ' ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς.
Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν ἐκ τῆς Ὁμήρου ποιήσεως
ἔξεστι μανθάνειν, καὶ ὅσα ὑπὸ ἀνθρώπων πεπόνθασιν, ἀκό-
λουθόν ἐστιν ὑπομνῆσαι νυνί. Ἄρεα μὲν γὰρ καὶ Ἀφροδί-
την ὑπὸ Διομήδους τετρῶσθαι λέγει, πολλῶν δὲ καὶ ἄλλων
θεῶν διηγεῖται πάθη. Oὕτω γὰρ ἔστιν ἡμῖν ἀπὸ τῆς παρα-
μυθουμένης τὴν θυγατέρα Διώνης μανθάνειν. Ἔφη γὰρ πρὸς
αὐτήν•

Τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ.
Πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες
Ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες.
Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὠτος κρατερός τ' Ἐπιάλτης,
Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ•
Χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας.
Τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος
Δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
Βεβλήκει• τότε κέν μιν ἀνήκεστον λάβεν ἄλγος.
Τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
Eὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς Διὸς αἰγιόχοιο,
Ἐν πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν.
Aὐτὰρ ἔβη πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
Κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος•αὐτὰρ ὀϊστὸς
Ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
Eἰ δὲ καὶ τῆς τῶν λοιπῶν θεῶν ἐξ ἐναντίας μάχης ὑπομνη-
σθῆναι ὑμᾶς προσήκει, αὐτὸς ὑμᾶς ὁ ὑμέτερος ποιητὴς ὑπο-
μνήσει λέγων•

Τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
Ἵστατ' Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα,
Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη.
Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ
Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο.
Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς.

Ταῦτα καὶ τοιαῦτα περὶ θεῶν ἐδίδαξεν ὑμᾶς Ὅμηρος, καὶ
οὐχ Ὅμηρος μόνον ἀλλὰ καὶ Ἡσίοδος. Ὥστε, εἰ μὲν πιστεύετε
τοῖς κορυφαιοτάτοις ὑμῶν ποιηταῖς, τοῖς καὶ γενεαλογήσασι
τοὺς θεοὺς ὑμῶν, ἀνάγκη ὑμᾶς ἢ τοιούτους αὐτοὺς εἶναι νομί-
ζειν, ἢ μηθ' ὅλως θεοὺς αὐτοὺς εἶναι πιστεύειν.
Eἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύ-
θους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς
ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑτέρους τῆς
θεοσεβείας ὑμῶν διδασκάλους ἔχειν οἴεσθε, ἢ πῶς ταύτην
αὐτοὺς μεμαθηκέναι φατέ; Ἀδύνατον γὰρ τοὺς μὴ πρότερον
παρὰ τῶν εἰδότων μεμαθηκότας τὰ οὕτω μεγάλα καὶ θεῖα
πράγματα γινώσκειν. Τοὺς σοφοὺς πάντως δήπου καὶ φι-
λοσόφους λέξετε• ἐπὶ τούτους γάρ, ὥσπερ ἐπὶ τεῖχος ὀχυρόν,
καταφεύγειν εἰώθατε, ἐπειδάν τις ὑμῖν τὰς τῶν ποιητῶν περὶ
θεῶν ἀπαγγέλλῃ δόξας. Oὐκοῦν ἐπειδήπερ ἀπὸ τῶν πα-
λαιῶν καὶ πρώτων ἄρξασθαι προσήκει, ἐντεῦθεν ἀρξάμενος
τὴν ἑκάστου δόξαν ἐκθήσομαι, πολλῷ γελοιοτέραν τῆς τῶν
ποιητῶν θεολογίας οὖσαν. Θαλῆς μὲν γὰρ ὁ Μιλήσιος, ὁ
πρῶτος τῆς φυσικῆς φιλοσοφίας ἄρξας, ἀρχὴν εἶναι τῶν ὄντων
ἁπάντων ἀπεφήνατο τὸ ὕδωρ• ἐξ ὕδατος γάρ φησι τὰ πάντα
εἶναι καὶ εἰς ὕδωρ τὰ πάντα ἀναλύεσθαι. Ἀναξίμανδρος
δὲ μετὰ τοῦτον, ἀπὸ τῆς αὐτῆς ὁρμώμενος Μιλήτου, τὸ ἄπει-
ρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι•ἐκ τούτου γὰρ δὴ τὰ πάντα
γίνεσθαι καὶ εἰς τοῦτο τὰ πάντα φθείρεσθαι. Τρίτος Ἀναξι-
μένης, καὶ οὗτος ἐκ τῆς Μιλήτου ὑπάρχων, ἀέρα τοῦ παντὸς
ἀρχὴν εἶναι λέγει• ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς
τοῦτον τὰ πάντα ἀναλύεσθαί φησιν. Ἡράκλειτος ὁ Μετα-
πόντιος ἀρχὴν τῶν πάντων τὸ πῦρ εἶναι λέγει• ἐκ πυρὸς
γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς τὸ πῦρ τὰ πάντα τελευτᾶν.
Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιο-
μερείας εἶναί φησιν. Ἀρχέλαος ὁ Ἀπολλοδώρου Ἀθηναῖος
ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν ἀρ-
χὴν ἁπάντων εἶναι λέγει. Oὗτοι πάντες, ἀπὸ Θαλοῦ τὰς
διαδοχὰς ἐσχηκότες, τὴν φυσικὴν ὑπ' αὐτῶν καλουμένην
μετῆλθον φιλοσοφίαν.

Eἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου
Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν
αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθετα στοι-
χεῖα, ἔτι μέντοι μονάδα καὶ τὴν ἀόριστον δυάδα. Ἐπίκουρος
Νεοκλέους Ἀθηναῖος ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεω-
ρητὰ εἶναι λέγει, ἀμέτοχα κενοῦ, ἀγένητα, ἄφθαρτα, οὔτε
θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν
οὔτ' ἀλλοιωθῆναι, διὰ τοῦτο καὶ λόγῳ θεωρητά. Ἐμπεδοκλῆς
Μέτωνος ὁ Ἀκραγαντῖνος τέσσαρα στοιχεῖα, πῦρ ἀέρα ὕδωρ
γῆν, δύο δὲ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν
ἐστιν ἑνωτική, τὸ δὲ διαιρετικόν. Ὁρᾶτε τοίνυν τὴν ἀταξίαν
τῶν παρ' ὑμῖν νομισθέντων γεγενῆσθαι σοφῶν, οὓς διδασκά-
λους ὑμῶν τῆς θεοσεβείας γεγενῆσθαί φατε, τῶν μὲν ὕδωρ
ἀποφηναμένων ἀρχὴν ἁπάντων εἶναι, τῶν δὲ ἀέρα, τῶν δὲ
πῦρ, τῶν δὲ ἄλλο τι τῶν προειρημένων, καὶ πάντων τούτων
πιθανοῖς τισι λόγοις πρὸς κατασκευὴν τῶν μὴ καλῶς δοξάν-
των αὐτοῖς χρωμένων καὶ τὸ ἴδιον δόγμα προτιμότερον ἐπι-
χειρούντων δεικνύναι. Ταῦθ' ὑπ' αὐτῶν εἴρηται. Πῶς οὖν
ἀσφαλές, ὦ ἄνδρες Ἕλληνες, τοῖς σώζεσθαι βουλομένοις
παρὰ τούτων οἴεσθαι δύνασθαι τὴν ἀληθῆ θεοσέβειαν μαν-
θάνειν, τῶν μηδ' ἑαυτοὺς πεῖσαι δυνηθέντων τὸ μὴ πρὸς
ἀλλήλους στασιάζειν μηδ' ἐναντίοι τῆς ἀλλήλων φαίνεσθαι
δόξης;
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:43 am

Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀπο-
στῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημέ-
νων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐν ἀρετῇ
νομισθέντων εἶναι παρ' αὐτοῖς φιλοσόφων, τὸν περὶ τῆς θεο-
σεβείας παρειληφέναι λόγον, Πλάτωνός τε καὶ Ἀριστοτέλους•
τούτους γὰρ τὴν τελείαν καὶ ἀληθῆ φασι μεμαθηκέναι θεοσέ-
βειαν. Ἐγὼ δὲ πρῶτον μὲν ἡδέως ἂν πυθοίμην τῶν ταῦτα
λεγόντων, παρὰ τίνων αὐτοὺς μεμαθηκότας εἰδέναι φασίν•
ἀδύνατον γὰρ τοὺς τὰ οὕτω μεγάλα καὶ θεῖα μὴ παρά τινων
εἰδότων μεμαθηκότας ἢ αὐτοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι
διδάσκειν ὀρθῶς. Δεύτερον δὲ οἶμαι δεῖν καὶ τὰς τούτων ἐξε-
τάσαι δόξας• εἰσόμεθα γάρ, εἰ μὴ καὶ τούτων ἑκάτερος τἀ-
ναντία θατέρῳ φανήσεται λέγων. Eἰ δὲ καὶ τούτους μὴ συμ-
φωνοῦντας ἀλλήλοις εὕροιμεν, •ᾴδιον οἶμαι καὶ τὴν τούτων
ἄγνοιαν γινώσκειν σαφῶς. Πλάτων μὲν γάρ, ὡς ἄνωθεν
κατεληλυθὼς καὶ τὰ ἐν οὐρανοῖς ἅπαντα ἀκριβῶς ἑωρακώς,
τὸν ἀνωτάτω θεὸν ἐν τῇ πυρώδει οὐσίᾳ εἶναι λέγει. Ἀριστο-
τέλης δέ, ἐν τῷ πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα λόγῳ σύν-
τομόν τινα τῆς ἑαυτοῦ φιλοσοφίας ἐκτιθέμενος ὅρον, σαφῶς
καὶ φανερῶς τὴν Πλάτωνος ἀναιρεῖ δόξαν, οὐκ ἐν τῇ πυρώδει
οὐσίᾳ τὸν θεὸν εἶναι λέγων• ἀλλά, πέμπτον αἰθέριόν τι καὶ
ἀμετάβλητον ἀναπλάττων σῶμα, ἐν τούτῳ αὐτὸν εἶναί φησιν.
Γέγραφε γοῦν οὕτως• Oὐχ ὡς ἔνιοι τῶν περὶ τὸ θεῖον
πλημμελούντων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναί φασιν.
Eἶτα, ὥσπερ μὴ ἀρκούμενος ἐπὶ τῇ κατὰ Πλάτωνος βλα-
σφημίᾳ, καὶ τὸν ὑπ' αὐτοῦ τῆς πολιτείας ἐκβληθέντα ὡς ψεύ-
στην καὶ τρίτον τῶν ἀπὸ τῆς ἀληθείας εἰδώλων, ὡς αὐτὸς
ἔφη, μιμητὴν ὄντα Ὅμηρον εἰς ἀπόδειξιν τῶν ὑπ' αὐτοῦ περὶ
τοῦ αἰθερίου σώματος λεγομένων καλεῖ μάρτυρα. Γέγραφε
γάρ• Oὕτως γοῦν καὶ Ὅμηρος ἔφη•

Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν•
βουλόμενος ἐκ τῆς Ὁμήρου μαρτυρίας ἀξιόπιστον τὴν ἑαυτοῦ
δεικνύναι δόξαν, ἀγνοῶν ὅτι, εἰ Ὁμήρῳ πρὸς ἀπόδειξιν τοῦ
ἀληθῆ ἑαυτὸν λέγειν μάρτυρι χρῷτο, πολλὰ τῶν αὐτῷ δο-
ξάντων οὐκ ἀληθῆ φανήσεται ὄντα. Θαλῆς γὰρ ὁ Μιλήσιος,
ὁ πρῶτος παρ' αὐτοῖς τῆς φιλοσοφίας ἄρξας, τὴν πρόφασιν
παρ' αὐτοῦ λαβὼν τὰς πρώτας αὐτοῦ περὶ ἀρχῶν ἀθετήσει
δόξας. Aὐτοῦ γὰρ Ἀριστοτέλους θεὸν καὶ ὕλην ἀρχὰς εἶναι
τῶν πάντων εἰρηκότος ὁ πρεσβύτατος τῶν κατ' αὐτοὺς ἁπάν-
των Θαλῆς ἀρχὴν τῶν ὄντων ὕδωρ εἶναι λέγει• ἐξ ὕδατος γάρ
φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ ἀναλύεσθαι τὰ πάντα.
Στοχάζεται δὲ πρῶτον μὲν ἀπὸ τοῦ πάντων τῶν ζώων τὴν γο-
νήν, ἀρχὴν οὖσαν, ὑγρὰν εἶναι• δεύτερον δὲ ὅτι πάντα τὰ φυτὰ
ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ τοῦ ὑγροῦ
ξηραίνεται. Eἶθ', ὥσπερ μὴ ἀρκούμενος οἷς στοχάζεται,
καὶ τὸν Ὅμηρον ὡς ἀξιόπιστον μαρτύρεται οὕτως λέγοντα•
Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται.
Πῶς οὖν οὐκ εἰκότως ὁ Θαλῆς πρὸς αὐτὸν φήσει• Δι' ἣν
αἰτίαν, ὦ Ἀριστότελες, τὰς μὲν Πλάτωνος ἀναιρεῖν ἐθέ-
λων δόξας, ὡς ἀληθεύοντι προσέχεις Ὁμήρῳ, ἡμῶν δὲ τὴν
ἐναντίαν ἀποφηνάμενος δόξαν οὐκ ἀληθεύειν Ὅμηρον οἴει;
Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ
οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων
γνῶναι •ᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς τοῦ παντὸς
εἶναι λέγοντος, θεὸν καὶ ὕλην καὶ εἶδος (θεὸν μὲν τὸν πάν-
των ποιητήν, ὕλην δὲ τὴν ὑποκειμένην τῇ πρώτῃ τῶν γενο-
μένων γενέσει καὶ τὴν πρόφασιν αὐτῷ τῆς δημιουργίας παρέ-
χουσαν, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα), Ἀρι-
στοτέλης τοῦ μὲν εἴδους ὡς ἀρχῆς οὐδαμῶς μέμνηται, δύο δὲ
ἀρχάς, θεὸν καὶ ὕλην, εἶναί φησι. Καὶ αὖθις τοῦ Πλάτωνος
ἐν τῇ πρώτῃ τοῦ ἀνωτάτω οὐρανοῦ ἀπλανεῖ σφαίρᾳ τόν τε
πρῶτον θεὸν καὶ τὰς εἰδέας εἶναι λέγοντος, Ἀριστοτέλης
μετὰ τὸν πρῶτον θεὸν οὐ τὰς εἰδέας ἀλλά τινας νοητοὺς θεοὺς
εἶναι λέγει. Oὕτω μὲν οὖν περὶ τῶν ἐν οὐρανοῖς πρὸς ἀλλή-
λους διαφέρονται πραγμάτων. Ὥστε εἰδέναι προσήκει ὅτι οἱ
μηδὲ τὰ παρ' ἡμῖν ἐνταῦθα γνῶναι δυνηθέντες, ἀλλὰ καὶ
περὶ τούτων πρὸς ἀλλήλους διενεχθέντες, οὐκ ἀξιόπιστοι φα-
νήσονται περὶ τῶν ἐν οὐρανοῖς διηγούμενοι. Ὅτι τοίνυν οὐδὲ
ὁ περὶ τῆς ἐνταῦθα ἀνθρωπίνης ψυχῆς αὐτοῖς συμφωνήσει λό-
γος, δῆλον ἀπὸ τῶν ὑφ' ἑκατέρου αὐτῶν περὶ αὐτῆς λεχθέντων.
Πλάτων μὲν γὰρ τριμερῆ αὐτὴν εἶναί φησι, καὶ τὸ μὲν λογι-
κὸν αὐτῆς, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικὸν εἶναι λέγει•
Ἀριστοτέλης δὲ οὐ κοινοτέραν τὴν ψυχὴν εἶναί φησιν, ἐν ᾧ
περιείληπται καὶ τὰ φθαρτὰ μόρια, ἀλλὰ τὸ λογικὸν μόνον.
Καὶ ὁ μὲν Πλάτων Ψυχὴ πᾶσα ἀθάνατος κέκραγε λέγων•
Ἀριστοτέλης δέ, ἐντελέχειαν αὐτὴν ὀνομάζων, οὐκ ἀθάνατον
ἀλλὰ θνητὴν αὐτὴν εἶναι βούλεται. Καὶ ὁ μὲν ἀεικίνητον
αὐτὴν εἶναι λέγει• Ἀριστοτέλης δὲ ἀκίνητον αὐτὴν εἶναί φησιν,
ἁπάσης κινήσεως προηγουμένην.
Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις
ἐλέγχονται. Eἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέ-
λοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρηνται. Ὁ γοῦν
Πλάτων ποτὲ μὲν τρεῖς ἀρχὰς τοῦ παντὸς εἶναι λέγει, θεὸν
καὶ ὕλην καὶ εἶδος, ποτὲ δὲ τέσσαρας• προστίθησι γὰρ καὶ
τὴν καθόλου ψυχήν. Καὶ αὖθις τὴν ὕλην ἀγένητον πρότερον
εἰρηκὼς ὕστερον γενητὴν αὐτὴν εἶναι λέγει• καὶ τῷ εἴδει δὲ
ἀρχὴν ἰδίαν πρότερον δεδωκώς, καὶ καθ' ἑαυτὸ οὐσιῶσθαι
ἀποφήσας, ὕστερον ἐν τοῖς νοήμασιν αὐτὸ τοῦτ' εἶναι λέγει.
Ἔτι μέντοι γε καὶ πᾶν τὸ γενόμενον φθαρτὸν πρότερον ἀπο-
φηνάμενος εἶναι ὕστερον ἔνια τῶν γινομένων ἄλυτα καὶ ἄφθαρτα
δύνασθαι εἶναί φησι. Τί τοίνυν αἴτιον τοῦ μὴ πρὸς ἀλλήλους
μόνον ἀλλὰ καὶ πρὸς ἑαυτοὺς στασιάζειν τοὺς παρ' ὑμῖν νο-
μισθέντας γεγενῆσθαι σοφούς; Τὸ μὴ βουληθῆναι δῆλον ὅτι
παρὰ τῶν εἰδότων μανθάνειν, ἀλλ' ἑαυτοὺς οἴεσθαι τῇ ἀν-
θρωπίνῃ αὐτῶν περινοίᾳ τὰ ἐν οὐρανοῖς δύνασθαι γινώσκειν
σαφῶς, καίτοι γε μηδὲ τὰ ἐπὶ τῆς γῆς γνῶναι δυνηθέντες.
Τὴν γοῦν ἀνθρωπίνην ψυχὴν ἔνιοι μὲν τῶν παρ' ὑμῖν φιλοσό-
φων ἐν ἡμῖν, ἕτεροι δὲ περὶ ἡμᾶς εἶναί φασιν• οὐδὲ γὰρ ἐν
τούτῳ συμφωνεῖν ἀλλήλοις προῄρηνται, ἀλλ', ὥσπερ τὴν
ἄγνοιαν διαφόρως μερισάμενοι, καὶ περὶ ψυχῆς φιλονεικεῖν
καὶ στασιάζειν πρὸς ἀλλήλους προῄρηνται. Oἱ μὲν γὰρ αὐ-
τῶν φασι πῦρ εἶναι τὴν ψυχήν, οἱ δὲ τὸν ἀέρα, οἱ δὲ τὸν νοῦν,
οἱ δὲ τὴν κίνησιν, οἱ δὲ τὴν ἀναθυμίασιν, ἄλλοι δέ τινες δύ-
ναμιν ἀπὸ τῶν ἄστρων •έουσαν, οἱ δὲ ἀριθμὸν κινητικόν, ἕτε-
ροι δὲ ὕδωρ γονοποιόν. Καὶ ὅλως ἄτακτός τις καὶ ἀσύμφωνος
ἡ παρ' αὐτοῖς κεκράτηκε δόξα, ἑνὶ μόνῳ τοῖς ὀρθῶς κρίνειν
δυναμένοις ἐπαίνου ἀξία φαινομένη, ὅτι πλανωμένους καὶ
μὴ τἀληθῆ λέγοντας ἀλλήλους ἐλέγχειν προῄρηνται.

Oὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ
τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν
ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρὸς ἀλλήλους
στάσεως παρεσχηκότων, ἀκόλουθον ἡγοῦμαι ἀνελθεῖν ἐπὶ τοὺς
ἡμετέρους προγόνους, τοὺς καὶ τοὺς χρόνους τῶν παρ' ὑμῖν
διδασκάλων πολλῷ προειληφότας καὶ μηδὲν ἀπὸ τῆς ἰδίας
αὐτῶν φαντασίας διδάξαντας ἡμᾶς, μηδὲ πρὸς ἀλλήλους διε-
νεχθέντας ἢ τὰ ἀλλήλων ἀνατρέπειν πειρωμένους, ἀλλὰ ἀφι-
λονείκως καὶ ἀστασιάστως τὴν παρὰ θεοῦ δεξαμένους γνῶσιν
καὶ ταύτην διδάσκοντας ἡμᾶς. Oὔτε γὰρ φύσει οὔτε ἀνθρω-
πίνῃ ἐννοίᾳ οὕτω μεγάλα καὶ θεῖα γινώσκειν ἀνθρώποις δυ-
νατόν, ἀλλὰ τῇ ἄνωθεν ἐπὶ τοὺς ἁγίους ἄνδρας τηνικαῦτα
κατελθούσῃ δωρεᾷ, οἷς οὐ λόγων ἐδέησε τέχνης οὐδὲ τοῦ ἐρι-
στικῶς τι καὶ φιλονείκως εἰπεῖν, ἀλλὰ καθαροὺς ἑαυτοὺς τῇ
τοῦ θείου πνεύματος παρασχεῖν ἐνεργείᾳ, ἵνα αὐτὸ τὸ θεῖον
ἐξ οὐρανοῦ κατιὸν πλῆκτρον, ὥσπερ ὀργάνῳ κιθάρας τινὸς ἢ
λύρας τοῖς δικαίοις ἀνδράσι χρώμενον, τὴν τῶν θείων ἡμῖν καὶ
οὐρανίων ἀποκαλύψῃ γνῶσιν. Διὰ τοῦτο τοίνυν ὥσπερ ἐξ ἑνὸς
στόματος καὶ μιᾶς γλώττης καὶ περὶ θεοῦ καὶ περὶ κόσμου
κτίσεως καὶ περὶ πλάσεως ἀνθρώπου καὶ περὶ ἀνθρωπίνης
ψυχῆς ἀθανασίας καὶ τῆς μετὰ τὸν βίον τοῦτον μελλούσης
ἔσεσθαι κρίσεως καὶ περὶ πάντων ὧν ἀναγκαῖόν ἐστιν ἡμῖν
εἰδέναι ἀκολούθως καὶ συμφώνως ἀλλήλοις ἐδίδαξαν ἡμᾶς,
καὶ ταῦτα ἐν διαφόροις τόποις τε καὶ χρόνοις τὴν θείαν ἡμῖν
διδασκαλίαν παρεσχηκότες.

Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ' ἡμῖν προφήτου
τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ'
οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ' ὑμῖν μαρτυρίας ἐκ-
θέμενος• οὐ γὰρ ἀπὸ τῶν θείων καὶ παρ' ἡμῖν ἱστοριῶν μόνον
ταῦτα ἀποδεῖξαι πειρῶμαι, αἷς ὑμεῖς οὐδέπω διὰ τὴν πα-
λαιὰν τῶν προγόνων ὑμῶν πλάνην πιστεύειν βούλεσθε, ἀλλ'
ἀπὸ τῶν ὑμετέρων καὶ μηδὲν τῇ ἡμετέρᾳ θρησκείᾳ διαφερου-
σῶν ἱστοριῶν, ἵνα γνῶτε ὅτι πάντων τῶν παρ' ὑμῖν εἴτε σο-
φῶν εἴτε ποιητῶν εἴτε ἱστοριογράφων ἢ φιλοσόφων ἢ νομο-
θετῶν πολλῷ πρεσβύτατος γέγονεν ὁ πρῶτος τῆς θεοσεβείας
διδάσκαλος ἡμῶν Μωϋσῆς γεγονώς, ὡς δηλοῦσιν ἡμῖν αἱ τῶν
Ἑλλήνων ἱστορίαι. Ἐν γὰρ τοῖς χρόνοις Ὠγύγου τε καὶ Ἰνά-
χου, οὓς καὶ γηγενεῖς τινες τῶν παρ' ὑμῖν ὑπειλήφασι γεγενῆ-
σθαι, Μωϋσέως μέμνηνται ὡς ἡγεμόνος τε καὶ ἄρχοντος τοῦ
τῶν Ἰουδαίων γένους. Oὕτω γὰρ Πολέμων τε ἐν τῇ πρώτῃ
τῶν Ἑλληνικῶν ἱστοριῶν μέμνηται καὶ Ἀππίων ὁ Ποσει-
δωνίου ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστο-
ριῶν, λέγων κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιδος Aἰ-
γυπτίων βασιλεύοντος ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι
Μωϋσέα. Καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος, τὰ Aἰγυπτίων
ἱστορῶν, ἅπασι τούτοις συντρέχει. Καὶ οἱ τὰ Ἀθηναίων
δὲ ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας,
Κάστωρ τε καὶ Θαλλὸς καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, ἔτι
δὲ καὶ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος, οἱ τὰ κατὰ
Ἰουδαίους ἱστορήσαντες, ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν
Ἰουδαίων ἄρχοντος Μωϋσέως μέμνηνται. Ὁ γοῦν Ἰώσηπος, τὸ
ἀρχαῖον καὶ τὸ παλαιὸν τῆς ἱστορίας καὶ διὰ τῆς ἐπιγραφῆς
τῶν βιβλίων σημῆναι βουλόμενος, ἀρχόμενος τῆς ἱστορίας οὕτω
γέγραφε• Φλαβίου Ἰωσήπου Ἰουδαϊκῆς Ἀρχαιολογίας• τὸ πα-
λαιὸν τῆς ἱστορίας Ἀρχαιολογίαν ὀνομάζων. Καὶ ὁ ἐνδο-
ξότατος δὲ παρ' ὑμῖν τῶν ἱστοριογράφων Διόδωρος, ὁ τὰς
Βιβλιοθήκας ἐπιτεμών, ἐν τριάκοντα ὅλοις ἔτεσιν Ἀσίαν τε
καὶ Eὐρώπην, ὡς αὐτὸς γέγραφε, διὰ πολλὴν ἀκρίβειαν πε-
ριελθὼν καὶ αὐτόπτης τῶν πλείστων γεγονώς, τεσσαράκοντα
ὅλα τῆς ἑαυτοῦ ἱστορίας βιβλία γέγραφεν• ὃς ἐν τῇ πρώτῃ βί-
βλῳ, φήσας παρὰ τῶν ἐν Aἰγύπτῳ ἱερέων μεμαθηκέναι ὅτι
ἀρχαῖος καὶ πρῶτος νομοθέτης Μωϋσῆς γέγονεν, αὐταῖς
λέξεσιν οὕτω περὶ αὐτοῦ γέγραφε• Μετὰ γὰρ τὴν παλαιὰν
τοῦ κατ' Aἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην
γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νό-
μοις πρῶτον χρῆσθαι τὰ πλήθη Μωϋσῆν, ἄνδρα καὶ τῇ ψυχῇ
μέγαν καὶ τῷ βίῳ ἱκανώτατον μνημονευόμενον. Eἶτα βραχύ τι
προελθών, καὶ τῶν παλαιῶν νομοθετῶν μνησθῆναι βουλόμενος,
πρώτου Μωϋσέως μέμνηται. Ἔφη γὰρ αὐταῖς λέξεσιν οὕ-
τως• Παρὰ μὲν τοῖς Ἰουδαίοις Μωϋσῆν τὸν καλούμενον
θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναν-
τας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε πρὸς
τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους
ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούεσθαι διαλαβόντας.
Δεύτερον δὲ νομοθέτην Aἰγύπτιον γεγονέναι φασὶ Σάουχνιν,
ἄνδρα συνέσει διαφέροντα. Τρίτον δὲ λέγουσι Σεσόγχωσιν
τὸν βασιλέα μὴ μόνον πολεμικὰς πράξεις ἐπιφανεστάτας κατερ-
γάσασθαι τῶν κατ' Aἴγυπτον, ἀλλὰ καὶ τὸ μάχιμον ἔθνος
νομοθεσίαις στήσασθαι. Τέταρτον δέ φασι νομοθέτην γε-
γενῆσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ
διαφέροντα. Μετὰ δὲ τοῦτον προσελθεῖν λέγεται τοῖς νό-
μοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας
διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Aἰ-
γύπτου. Ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς
νόμοις ἐπιστῆναι τοῖς τῶν Aἰγυπτίων.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:44 am

Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας
θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγρά-
φασι, καὶ ταῦτα πάντα παρ' Aἰγυπτίων ἱερέων μεμαθηκέναι
φήσαντες, παρ' οἷς οὐκ ἐτέχθη Μωϋσῆς μόνον, ἀλλὰ καὶ πά-
σης τῆς Aἰγυπτίων παιδεύσεως μετασχεῖν ἠξιώθη, διὰ τὸ ὑπὸ
θυγατρὸς βασιλέως εἰς παιδὸς ᾠκειῶσθαι χώραν καὶ διὰ τὴν
προειρημένην πρόφασιν πολλῆς ἠξιώσθαι σπουδῆς, ὡς ἱστο-
ροῦσιν οἱ σοφώτατοι τῶν ἱστοριογράφων, οἱ καὶ τὸν βίον αὐτοῦ
καὶ τὰς πράξεις καὶ τὸ τοῦ γένους ἀξίωμα ἀναγράψασθαι
προελόμενοι, Φίλων τε καὶ Ἰώσηπος. Oὗτοι γάρ, τὰς Ἰου-
δαίων ἱστοροῦντες πράξεις, ἀπὸ μὲν τοῦ Χαλδαίων γένους τὸν
Μωϋσέα γεγενῆσθαί φασι• τῶν δὲ προγόνων αὐτοῦ διὰ λιμοῦ
πρόφασιν ἀπὸ τῆς Φοινίκης ἐπὶ τὴν Aἴγυπτον μεταναστάντων
ἐκεῖ τὸν ἄνδρα τετέχθαι φασίν, ὃν δι' ὑπερβάλλουσαν ἀρετὴν
ὁ θεὸς τιμῆσαι προὔθετο, καὶ ἄρχοντα καὶ στρατηγὸν καὶ νο-
μοθέτην γενέσθαι τοῦ ἑαυτοῦ γένους ἠξίωσεν, ὁπηνίκα ἀπὸ
τῆς Aἰγύπτου τὸ τῶν Ἑβραίων πλῆθος ἐπὶ τὴν οἰκείαν χώραν
ἐπανελθεῖν ἐδικαίωσεν. Τούτῳ πρῶτον ὁ θεὸς καὶ τὴν ἄνω-
θεν ἐπὶ τοὺς ἁγίους ἄνδρας θείαν καὶ προφητικὴν τηνικαῦτα
κατιοῦσαν παρέσχε δωρεάν, καὶ πρῶτον τῆς θεοσεβείας ἡμῶν
διδάσκαλον γενέσθαι παρεσκεύασεν, εἶτα μετ' αὐτὸν τοὺς λοι-
ποὺς προφήτας, τοὺς καὶ αὐτοὺς τῆς αὐτῆς αὐτῷ τυχόντας δω-
ρεᾶς καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διδάξαντας ἡμᾶς. Τού-
τους ἡμεῖς τῆς ἡμετέρας θρησκείας διδασκάλους γεγενῆσθαί
φαμεν, μηδὲν ἀπὸ τῆς ἀνθρωπίνης αὐτῶν διανοίας διδάξαντας
ἡμᾶς, ἀλλ' ἐκ τῆς ἄνωθεν αὐτοῖς παρὰ θεοῦ δοθείσης
δωρεᾶς.
Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων
ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδα-
σκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσθαί φατε;
Ἀδύνατον γάρ, ὥσπερ πολλάκις ἔφην, τὰ οὕτω μεγάλα καὶ
θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας ἢ αὐ-
τοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Oὐκοῦν
ἐπειδήπερ ἱκανῶς ἐκ τῶν προειρημένων τὰ τῶν φιλοσόφων
ὑμῶν ἐλήλεγκται πράγματα πάσης ἀγνοίας καὶ ἀπάτης φανέντα
πλήρη, ἀφέμενοί που λοιπὸν πάντως τῶν φιλοσόφων, ὥσπερ
πρότερον τῶν ποιητῶν, ἐπὶ τὴν τῶν χρηστηρίων ἀπάτην τρα-
πήσεσθε• οὕτω γὰρ ἀκήκοα λεγόντων τινῶν. Oὐκοῦν ἀκόλου-
θον ἡγοῦμαι, ἃ παρ' ὑμῶν πρότερον περὶ αὐτῶν ἀκήκοα λε-
γόντων, ταῦτα ἐν καιρῷ νυνὶ πρὸς ὑμᾶς εἰπεῖν. Ἐρομένου
γάρ τινος, ὡς αὐτοί φατε, τὸ παρ' ὑμῖν χρηστήριον, τίνας
συνέβη θεοσεβεῖς ἄνδρας γεγενῆσθαί ποτε, οὕτω τὸ χρηστήριον
εἰρηκέναι φατέ•

Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι,
Aὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
Oὐκοῦν ἐπειδήπερ οἴεσθε παρὰ τῶν χρηστηρίων ὑμῶν δύνασθαι
τἀληθῆ μανθάνειν, ἐντυχόντες ταῖς ἱστορίαις καὶ τοῖς περὶ
τοῦ βίου Μωϋσέως γραφεῖσιν ὑπὸ τῶν ἔξωθεν τῆς ἡμετέρας
θρησκείας, καὶ γνόντες ὅτι ἐκ τοῦ τῶν Χαλδαίων καὶ Ἑβραίων
γένους ὥρμητο Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται, μηδὲν παρά-
δοξον γεγενῆσθαι νομίζητε, εἰ ἐκ γένους ὄντα θεοσεβῶν τὸν
ἄνδρα καὶ ἀξίως τῆς τῶν προγόνων θεοσεβείας βεβιωκότα ὁ
θεὸς τῇ μεγάλῃ ταύτῃ δωρεᾷ τιμῆσαι προὔθετο καὶ πρῶτον
ἁπάντων ἀποφῆναι τῶν προφητῶν.
Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ'
οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα
νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγκὼν χρόνος• οὕτω
γὰρ ὑμῖν ἔσται δυνατὸν καὶ τὴν Μωϋσέως ἀρχαιότητα •ᾳδίως
γνῶναι. Ἵνα δὲ μὴ περὶ τῶν χρόνων διεξιὼν παρέλξειν δόξω,
πλείοσιν ἀποδείξεσι χρώμενος, ἀποχρώντως οἶμαι καὶ ἀπὸ
τούτων δεικνύναι. Σωκράτης μὲν γὰρ Πλάτωνος, Πλάτων δὲ
Ἀριστοτέλους διδάσκαλος γέγονεν. Oὗτοι δὲ κατὰ τοὺς Φι-
λίππου καὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἤκμασαν χρόνους, καθ'
οὓς καὶ οἱ Ἀθηναίων ῥήτορες, ὡς δηλοῦσιν ἡμῖν σαφῶς καὶ
οἱ Δημοσθένει κατὰ Φιλίππου γραφέντες λόγοι. Ὅτι δὲ καὶ
Ἀριστοτέλης Ἀλεξάνδρῳ συνῆν ἐν τῷ τῆς βασιλείας χρόνῳ,
ἱκανῶς δηλοῦσιν οἱ τὰς Ἀλεξάνδρου ἱστορήσαντες πράξεις.
Πανταχόθεν οὖν γνῶναι •ᾴδιον ὅτι πολλῷ ἀρχαιοτάτην πασῶν
τῶν ἔξωθεν ἱστοριῶν τὴν Μωϋσέως ἱστορίαν εἶναι συμβαίνει.
Ἄλλως τε οὐδὲ τοῦτο ἀγνοεῖν ὑμᾶς προσήκει, ὅτι οὐδὲν Ἕλ-
λησι πρὸ τῶν ὀλυμπιάδων ἀκριβὲς ἱστόρηται, οὐδ' ἔστι τι
σύγγραμμα παλαιόν, Ἑλλήνων ἢ βαρβάρων σημαῖνον πρᾶξιν.
Μόνη δὲ ἡ τοῦ πρώτου προφήτου Μωϋσέως προὐπῆρχεν
ἱστορία, ἣν ἐκ θείας ἐπιπνοίας Μωϋσῆς γέγραφε τοῖς τῶν
Ἑβραίων γράμμασι. Τὰ γὰρ τῶν Ἑλλήνων οὐδέπω ἦν, ὡς δη-
λοῦσι καὶ αὐτοὶ οἱ τῶν γραμμάτων διδάσκαλοι, φάσκοντες
Κάδμον πρῶτον ἐκ Φοινίκης αὐτὰ κομίσαντα Ἕλλησι μετα-
δοῦναι. Καὶ ὁ πρῶτος δὲ τῶν παρ' ὑμῖν φιλοσόφων μαρ-
τυρεῖ Πλάτων ὕστερον εὑρῆσθαι αὐτά. Γέγραφε γὰρ ἐν τῷ
Τιμαίῳ τὸν τῶν σοφῶν σοφώτατον Σόλωνα, ἐκ τῆς Aἰγύπτου
ἐπανελθόντα, Κριτίᾳ λέγειν ταῦτα ἅπερ ἀκηκοέναι Aἰ-
γυπτίου τινὸς ἱερέως οὐ μάλα παλαιοῦ πρὸς αὐτὸν λέγοντος•
Ὠ Σόλων Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλ-
λην οὐκ ἔστιν. Eἶτ' αὖθις• Νέοι ἐστέ, ἔφη, τὰς ψυχὰς
πάντες• οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε παλαιὰν δόξαν οὐδὲ
μακρῷ χρόνῳ παλαιὸν οὐδέν. Ἀλλ' ὑμᾶς λέληθε διὰ τὸ
ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους. Eἰδέναι τοί-
νυν προσήκει ὅτι πᾶσαν ἱστορίαν τοῖς τῶν Ἑλλήνων ὕστερον
εὑρεθεῖσι γράμμασι γεγράφθαι συμβαίνει, καὶ εἴτε ποιητῶν
τις ἀρχαίων εἴτε νομοθετῶν εἴτε ἱστοριογράφων εἴτε φιλο-
σόφων ἢ •ητόρων μνημονεῦσαι βούλοιτο, εὑρήσει τούτους τὰ
ἑαυτῶν συγγράμματα τοῖς τῶν Ἑλλήνων γεγραφότας γράμ-
μασιν.

Eἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων
προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω,
ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆς Aἰγύ-
πτου βασιλεύς, βιβλιοθήκην ἐν τῇ Ἀλεξανδρείᾳ κατασκευάσας
καὶ πανταχόθεν συναγαγὼν βιβλία καὶ πληρώσας αὐτήν, ἔπειτα
μαθὼν ὅτι ἀρχαίας ἱστορίας τοῖς τῶν Ἑβραίων γράμμασι γε-
γραμμένας σώζεσθαι ἀκριβῶς συμβαίνει, γνῶναι τὰ γεγραμμένα
βουλόμενος, σοφοὺς ἄνδρας ἑβδομήκοντα, τοὺς καὶ τὴν Ἑλλή-
νων καὶ Ἑβραίων διάλεκτον εἰδότας, ἑρμηνεῦσαι αὐτοῖς τὰς
βίβλους προσέταξεν, ἀπὸ τῆς Ἱερουσαλὴμ μεταστειλάμενος.
Καὶ ἵνα πάσης ὀχλήσεως ἐκτὸς ὄντες θᾶττον ἑρμηνεύσωσι,
προσέταξεν αὐτοῖς μὴ ἐν αὐτῇ τῇ πόλει, ἀλλὰ ἀπὸ ἑπτὰ στα-
δίων ἔνθα τὸν φάρον ᾠκοδομῆσθαι συμβαίνει, ἰσαρίθμους
τῶν ἑρμηνευόντων οἰκίσκους γενέσθαι μικρούς, ἐπὶ τῷ ἕκαστον
ἰδίᾳ καθ' ἑαυτὸν τὴν ἑρμηνείαν πληρῶσαι, προστάξας τοῖς
ἐφεστῶσιν ὑπηρέταις πάσης μὲν αὐτοὺς θεραπείας τυγχάνειν,
εἴργεσθαι δὲ τῆς πρὸς ἀλλήλους ὁμιλίας, ἵνα τὸ τῆς ἑρμηνείας
ἀκριβὲς καὶ διὰ τῆς τούτων συμφωνίας γνωσθῆναι δυνηθῇ.
Ἐπεὶ δὲ ἔγνω τοὺς ἑβδομήκοντα ἄνδρας μὴ μόνον τῇ αὐτῇ δια-
νοίᾳ ἀλλὰ καὶ ταῖς αὐταῖς λέξεσι χρησαμένους, καὶ μηδὲ ἄχρι
μιᾶς λέξεως τῆς πρὸς ἀλλήλους συμφωνίας διημαρτηκότας
ἀλλὰ τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν γεγραφότας, ἐκπλαγεὶς καὶ
τιμῆς αὐτοὺς ἀξίους, ὡς θεοφιλεῖς ἄνδρας, διέγνω, μετὰ
πολλῶν δὲ δώρων αὐτοὺς εἰς τὴν ἑαυτῶν πατρίδα ἐπανελθεῖν
προσέταξε, τὰς δὲ βίβλους ἐκθειάσας, ὡς εἰκός, ἐκεῖσε ἀνέ-
θηκεν. Ταῦτα οὐ μύθους ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, οὐδὲ πε-
πλασμένας ἱστορίας ἀπαγγέλλομεν• ἀλλ' αὐτοὶ ἐν τῇ Ἀλε-
ξανδρείᾳ γενόμενοι καὶ τὰ ἴχνη τῶν οἰκίσκων ἐν τῇ Φάρῳ
ἑωρακότες ἔτι σωζόμενα, καὶ παρὰ τῶν ἐκεῖ ὡς τὰ πάτρια
παρειληφότων ἀκηκοότες, ταῦτα ἀπαγγέλλομεν, ἃ καὶ παρ'
ἑτέρων ἔξεστιν ὑμῖν μανθάνειν, καὶ μάλιστα παρ' αὐτῶν τῶν
περὶ τούτων ἱστορησάντων σοφῶν καὶ δοκίμων ἀνδρῶν, Φί-
λωνός τε καὶ Ἰωσήπου, καὶ ἑτέρων πλειόνων. Eἰ δέ τις φάσκοι
τῶν προχείρως ἀντιλέγειν εἰθισμένων, μὴ ἡμῖν τὰς βί-
βλους ταύτας ἀλλὰ Ἰουδαίοις προσήκειν, διὰ τὸ ἔτι καὶ νῦν ἐν
ταῖς συναγωγαῖς αὐτῶν σώζεσθαι, καὶ μάτην ἡμᾶς ἐκ τούτων
φάσκειν τὴν θεοσέβειαν μεμαθηκέναι λέγοι, γνώτω ἀπ' αὐτῶν
τῶν ἐν ταῖς βίβλοις γεγραμμένων ὅτι οὐκ αὐτοῖς ἀλλ' ἡμῖν
ἡ ἐκ τούτων διαφέρει διδασκαλία. Τὸ δὲ παρὰ Ἰουδαίοις
ἔτι καὶ νῦν τὰς τῇ ἡμετέρᾳ θεοσεβείᾳ διαφερούσας σώζεσθαι
βίβλους θείας προνοίας ἔργον ὑπὲρ ἡμῶν γέγονεν• ἵνα γὰρ μὴ
ἐκ τῆς ἐκκλησίας προκομίζοντες πρόφασιν •ᾳδιουργίας τοῖς
βλασφημεῖν ἡμᾶς βουλομένοις παράσχωμεν, ἀπὸ τῆς τῶν
Ἰουδαίων συναγωγῆς ταύτας ἀξιοῦμεν προκομίζεσθαι, ἵνα
ἀπ' αὐτῶν τῶν ἔτι παρ' αὐτοῖς σωζομένων βιβλίων, ὡς ἡμῖν
τὰ πρὸς διδασκαλίαν ὑπὸ τῶν ἁγίων ἀνδρῶν γραφέντα δίκαια
σαφῶς καὶ φανερῶς προσήκει, φανῇ.

Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα
προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν
ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσιν, μὴ τῇ
τῶν προγόνων ὑμῶν ἀβασανίστῳ προσέχειν πλάνῃ, μηδ' εἴ τι
σφαλέντες αὐτοὶ παρέδοσαν ὑμῖν τοῦτ' ἀληθὲς εἶναι νομίζειν,
ἀλλ', εἰς τὸν τῆς οὕτω δεινῆς ἀποτυχίας ἀφορῶντας κίνδυνον,
ζητεῖν καὶ ἐρευνᾶν ἀκριβῶς καὶ τὰ ὑπ' αὐτῶν τῶν ὑμετέρων,
ὡς αὐτοί φατε, διδασκάλων εἰρημένα. Πολλὰ γὰρ καὶ αὐτοὶ
ὑπὸ τῆς θείας τῶν ἀνθρώπων προνοίας καὶ ἄκοντες ὑπὲρ
ἡμῶν εἰπεῖν ἠναγκάσθησαν, καὶ μάλιστα οἱ ἐν Aἰγύπτῳ γε-
νόμενοι καὶ ἀπὸ τῆς Μωϋσέως καὶ τῶν προγόνων αὐτοῦ θεο-
σεβείας ὠφεληθέντες. Oὐ γὰρ λανθάνειν ἐνίους ὑμῶν οἶμαι,
ἐντυχόντας πάντως που τῇ τε Διοδώρου ἱστορίᾳ καὶ ταῖς
τῶν λοιπῶν τῶν περὶ τούτων ἱστορησάντων, ὅτι καὶ Ὀρφεὺς
καὶ Ὅμηρος καὶ Σόλων, ὁ τοὺς νόμους Ἀθηναίοις γεγραφώς,
καὶ Πυθαγόρας καὶ Πλάτων καὶ ἄλλοι τινές, ἐν τῇ Aἰγύπτῳ
γενόμενοι καὶ ἐκ τῆς Μωϋσέως ἱστορίας ὠφεληθέντες, ὕστερον
ἐναντία τῶν πρότερον μὴ καλῶς περὶ θεῶν δοξάντων αὐτοῖς
ἀπεφήναντο.

Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι
τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ
Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς ὕστερον περὶ
ἑνὸς καὶ μόνου θεοῦ κηρύττει λέγων, ἀναγκαῖον ὑπομνῆσαι
ὑμᾶς. Ἔφη δὲ οὕτως•

Φθέγξομαι οἷς θέμις ἐστί• θύρας δ' ἐπίθεσθε βέβηλοι
Πάντες ὁμῶς. Σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης,
Μουσαῖ'! Ἐξερέω γὰρ ἀληθέα• μηδέ σε τὰ πρὶν
Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ.
Eἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ τ' ἐπίβαινε
Ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα.
Eἷς ἔστ', αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται•
Ἐν δ' αὐτοῖς αὐτὸς περιγίνεται, οὐδέ τις αὐτὸν
Eἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.
Oὗτος δ' ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι
Καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα.
Oὐδέ τις ἔσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος.

Aὐτὸν δ' οὐχ ὁρόω• περὶ γὰρ νέφος ἐστήρικται.
Πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις,
Ἀσθενέες δ' ἰδέειν Δία τὸν πάντων μεδέοντα.
Oὗτος γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται
Χρυσέῳ ἐνὶ θρόνῳ, γαίης δ' ἐπὶ ποσσὶ βέβηκε
Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο
Πάντοθεν ἐκτέτακεν• περὶ γὰρ τρέμει οὔρεα μακρὰ
Καὶ ποταμοὶ πολιῆς τε βάθος χαροποῖο θαλάσσης.
Καὶ αὖθις ἀλλαχοῦ που οὕτως λέγει•
Eἷς Ζεύς, εἷς Ἀΐδης, εἷς Ἥλιος, εἷς Διόνυσος,
Eἷς θεὸς ἐν πάντεσσι. Τί σοι δίχα ταῦτ' ἀγορεύω;
Καὶ ἐν τοῖς Ὅρκοις δὲ οὕτως•
Oὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον,
Aὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον,
Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς.
Τί βούλεται τὸ λέγειν αὐτὸν
Aὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον;
Aὐδὴν ἐνταῦθα τὸν τοῦ θεοῦ ὀνομάζει λόγον, δι' οὗ οὐρανὸς
καὶ γῆ καὶ ἡ πᾶσα ἐγένετο κτίσις, ὡς διδάσκουσιν ἡμᾶς αἱ
θεῖαι τῶν ἁγίων ἀνδρῶν προφητεῖαι, αἷς ἐν μέρει καὶ αὐτὸς
ἐν τῇ Aἰγύπτῳ προσχὼν ἔγνω ὅτι τῷ λόγῳ τοῦ θεοῦ πᾶσα
ἐγένετο κτίσις. Διὸ καὶ μετὰ τὸ φῆσαι•
Aὐδὴν ὁρκίζω σε πατρός, ἣν φθέγξατο πρῶτον,
παραυτὰ συνάπτει λέγων•
Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς.
Ἐνταῦθα τὸν λόγον αὐδὴν διὰ τὸ ποιητικὸν ὀνομάζει μέτρον.
Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀπὸ τοῦ μικρῷ πρόσθεν τοῦ
μέτρου συγχωροῦντος αὐτῷ λόγον αὐτὸν ὀνομάζειν. Ἔφη γάρ•
Eἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε.
Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σί-
βυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους
ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκειν περὶ
ἑνὸς καὶ μόνου θεοῦ συμβαίνει, ἀναγκαῖον ὑπομνῆσαι. Λέγει
δὲ οὕτως•

Eἷς δὲ θεὸς μόνος ἔστιν, ὑπερμεγέθης, ἀγένητος,
Παντοκράτωρ, ἀόρατος, ὁρώμενος αὐτὸς ἅπαντα,
Aὐτὸς δ' οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
Eἶτ' ἀλλαχοῦ που οὕτως•
Ἡμεῖς δ' ἀθανάτοιο τρίβους πεπλανημένοι εἰμέν,
Ἔργα δὲ χειροποίητα γεραίρομεν ἄφρονι θυμῷ,
Eἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων.
Καὶ πάλιν ἀλλαχοῦ που οὕτως•
Ὄλβιοι ἄνθρωποι κεῖνοι κατὰ γαῖαν ἔσονται,
Ὅσσοι δὴ στέρξουσι μέγαν θεόν, εὐλογέοντες
Πρὶν φαγέειν πιέειν τε, πεποιθότες εὐσεβίῃσιν•
Oἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες
Καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν,
Aἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσι
Τετραπόδων, βλέψουσι δ' ἑνὸς θεοῦ ἐς μέγα κῦδος.
Ταῦτα μὲν οὖν ἡ Σίβυλλα.
Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος
ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας
δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵνα μὴ δόξῃ
τῆς Ὀρφέως ἀπᾴδειν ποιήσεως, ἣν οὕτως ζηλῶσαι προὔθετο,
ὡς καὶ διὰ τοῦ πρώτου τῆς ποιήσεως ἔπους τὴν πρὸς αὐτὸν
σημῆναι σχέσιν. Τοῦ γὰρ Ὀρφέως
Μῆνιν ἄειδε, θεά, Δημήτερος ἀγλαοκάρπου
ἐν ἀρχῇ τῆς ποιήσεως εἰρηκότος, αὐτὸς
Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
γέγραφεν, ἑλόμενος, ὡς ἐμοὶ δοκεῖ, ἐν ἀρχῇ καὶ τοῦ κατὰ
τὴν ποίησιν ἐκπεσεῖν μέτρου, ἵνα μὴ δόξῃ τοῦ τῶν θεῶν ὀνό-
ματος μὴ μεμνῆσθαι πρῶτον. Μικρὸν δὲ ὕστερον καὶ τὴν ἑαυ-
τοῦ περὶ ἑνὸς καὶ μόνου θεοῦ σαφῶς καὶ φανερῶς ἐκτίθεται
δόξαν, πῇ μὲν διὰ τοῦ Φοίνικος πρὸς Ἀχιλλέα λέγων•
Oὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός,
Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα,
διὰ τῆς ἀντωνυμίας τὸν ὄντως ὄντα σημαίνων θεόν• πῇ δὲ
διὰ τοῦ Ὀδυσσέως πρὸς τὸ τῶν Ἑλλήνων πλῆθος οὕτω λέγων•
Oὐκ ἀγαθὸν πολυκοιρανίη• εἷς κοίρανος ἔστω.
Ὅτι δὲ οὐκ ἀγαθὸν πολυκοιρανίη, ἀλλὰ τοὐναντίον κακόν,
ἔργῳ δηλῶσαι προὔθετο, πολέμους τε αὐτῶν διὰ τὸ πλῆθος
καὶ μάχας καὶ στάσεις καὶ κατ' ἀλλήλων ἐπιβουλὰς διηγούμε-
νος. Τὴν γὰρ μοναρχίαν ἄμαχον εἶναι συμβαίνει. Ταῦτα
μὲν οὖν ὁ ποιητὴς Ὅμηρος.
Eἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυ-
ρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω
λέγοντος•
Eἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός,
Ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακράν,
Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας.
Θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι
Ἱδρυσάμεσθα πημάτων παραψυχήν,
Θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων,
Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους•
Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις
Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
Ταῦτα μὲν οὖν ὁ Σοφοκλῆς.
Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς
ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς
δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ αὐτὸς τῆς
εἰς Aἴγυπτον ἀποδημίας περὶ ἑνὸς θεοῦ φρονῶν φαίνεται.
Τὴν γὰρ μονάδα ἀρχὴν ἁπάντων λέγων καὶ ταύτην τῶν ἀγα-
θῶν ἁπάντων αἰτίαν εἶναι, δι' ἀλληγορίας ἕνα τε καὶ μόνον
διδάσκει θεὸν εἶναι. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀφ' ὧν
μονάδα καὶ ἓν πολλῷ διαφέρειν ἀλλήλων ἔφη• τὴν μὲν γὰρ
μονάδα ἐν τοῖς νοητοῖς εἶναι λέγει, τὸ δὲ ἓν ἐν τοῖς ἀριθμοῖς.
Eἰ δὲ καὶ σαφεστέραν ἀπόδειξιν περὶ ἑνὸς θεοῦ τῆς Πυθαγόρου
δόξης ποθεῖτε γνῶναι, ἀκούσατε καὶ τῆς αὐτοῦ δόξης. Oὕτω
γὰρ ἔφη• Ὁ μὲν θεὸς εἷς, αὐτὸς δὲ οὐχ, ὥς τινες ὑπονοοῦ-
σιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν ἑαυτῷ ὅλος ἐν ὅλῳ τῷ
κύκλῳ ἐπισκοπῶν πάσας γενέσιάς ἐστιν, κρᾶσις ἐὼν τῶν
ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμεων καὶ ἔργων,
ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς
καὶ ψύχωσις τῶν ὅλων, κύκλων ἁπάντων κίνασις. Oὕτω μὲν
οὖν ὁ Πυθαγόρας.
Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ
ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν δι-
δασκαλίαν, ἣν ἐν Aἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ τὰ συμβε-
βηκότα Σωκράτει δεδιὼς μήπως καὶ αὐτὸς Ἄνυτόν τινα ἢ
Μέλητον καθ' ἑαυτοῦ γενέσθαι παρασκευάσῃ κατηγοροῦντα
αὐτοῦ παρ' Ἀθηναίοις καὶ λέγοντα• Πλάτων ἀδικεῖ καὶ πε-
ριεργάζεται, θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζων• φόβῳ τοῦ
κωνείου ποικίλον τινὰ καὶ ἐσχηματισμένον τὸν περὶ θεῶν
γυμνάζει λόγον, εἶναί τε θεοὺς τοῖς βουλομένοις καὶ μὴ εἶναι
οἷς τἀναντία δοκεῖ τῷ λόγῳ κατασκευάζων, ὡς ἔσται •ᾴδιον
ἀπ' αὐτῶν τῶν ὑπ' αὐτοῦ λεχθέντων γνῶναι. Πᾶν γὰρ τὸ γε-
νόμενον θνητὸν προαποφηνάμενος εἶναι, ὕστερον θεοὺς γεγενῆ-
σθαι λέγει. Eἰ τοίνυν ἀρχὴν ἁπάντων τὸν θεὸν καὶ τὴν ὕλην
εἶναι βούλεται, δῆλον ὅτι ἀνάγκη πᾶσα ἐξ ὕλης τοὺς θεοὺς
γεγενῆσθαι λέγειν. Eἰ δὲ ἐξ ὕλης, ἐξ ἧς καὶ τὸ κακὸν ὡρμῆ-
σθαι ἔφη, οἵους εἶναι τοὺς θεοὺς τοὺς ἐξ ὕλης γενομένους οἴε-
σθαι προσήκει, τοῖς εὖ φρονοῦσι παρῆκε σκοπεῖν. Διὰ
τοῦτο γὰρ καὶ ἀγένητον τὴν ὕλην ἔφησεν εἶναι, ἵνα μὴ δόξῃ
τὸν θεὸν τοῦ κακοῦ ποιητὴν εἶναι λέγειν. Καὶ περὶ μὲν τῶν
ὑπὸ τοῦ θεοῦ δημιουργηθέντων θεῶν ταῦτ' εἰρηκὼς φαίνεται•
Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός. Περὶ δὲ τοῦ ὄντως ὄντος
θεοῦ τὴν ὀρθὴν ἔχων φαίνεται δόξαν. Ἀκηκοὼς γὰρ ἐν Aἰ-
γύπτῳ τὸν θεὸν τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, ὁπη-
νίκα πρὸς τοὺς Ἑβραίους αὐτὸν ἀποστέλλειν ἔμελλεν, ἔγνω ὅτι
οὐ κύριον ὄνομα ἑαυτοῦ ὁ θεὸς πρὸς αὐτὸν ἔφη.
Oὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν.
Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων
κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων• θεῷ δὲ οὔτε
ὁ τιθεὶς ὄνομα προϋπῆρχεν, οὔτε αὐτὸς ἑαυτὸν ὀνομάζειν ῴήθη
δεῖν, εἷς καὶ μόνος ὑπάρχων, ὡς αὐτὸς διὰ τῶν ἑαυτοῦ προ-
φητῶν μαρτυρεῖ λέγων• Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα
καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστι. Διὰ τοῦτο τοίνυν, ὡς
καὶ πρότερον ἔφην, οὐδὲ ὀνόματός τινος ὁ θεὸς ἀποστέλλων
πρὸς τοὺς Ἑβραίους τὸν Μωϋσέα μέμνηται, ἀλλὰ διά τινος μετ-
οχῆς ἕνα καὶ μόνον θεὸν ἑαυτὸν εἶναι μυστικῶς διδάσκει.
Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ὤν, ἀντιδιαστέλλων ἑαυτὸν δῆλον
ὅτι ὁ ὢν τοῖς μὴ οὖσιν, ἵνα γνῶσιν οἱ πρότερον ἀπατηθέντες
ὅτι οὐχὶ τοῖς οὖσιν ἀλλὰ τοῖς μὴ οὖσι προσέσχον. Ἐπεὶ τοί-
νυν ὁ θεὸς ἠπίστατο τοὺς πρώτους ἀνθρώπους τῆς παλαιᾶς
τῶν προγόνων μεμνημένους ἀπάτης, ἣν ἀπατῆσαι αὐτοὺς ὁ
μισάνθρωπος δαίμων ἐβουλήθη φήσας πρὸς αὐτοὺς Eἰ πει-
σθείητέ μοι τὴν τοῦ θεοῦ παρελθεῖν ἐντολήν, ἔσεσθε ὡς θεοί,
θεοὺς ὀνομάζων τοὺς μὴ ὄντας, ἵν' οἱ ἄνθρωποι οἰηθέντες
καὶ ἑτέρους εἶναι θεοὺς καὶ ἑαυτοὺς δύνασθαι γενέσθαι θεοὺς
πιστεύσωσι, διὰ τοῦτο πρὸς τὸν Μωϋσέα ἔφη Ἐγώ εἰμι ὁ ὤν,
ἵνα διὰ τῆς μετοχῆς ὄντος τοῦ θεοῦ ὄντος καὶ μὴ ὄντων δια-
φορὰν διδάξῃ. Πεισθέντες τοίνυν οἱ ἄνθρωποι τῷ ἠπατηκότι
δαίμονι καὶ θεοῦ παρακοῦσαι τολμήσαντες ἐξῆλθον τοῦ παρα-
δείσου, τοῦ μὲν ὀνόματος τῶν θεῶν μεμνημένοι, μηκέτι δὲ
παρὰ θεοῦ μὴ εἶναι θεοὺς ἑτέρους διδαχθέντες• οὐ γὰρ δίκαιον
ἦν τοὺς τὴν πρώτην ἐντολὴν μὴ φυλάξαντας, ἣν φυλάξαι •ᾴ-
διον ἦν, διδάσκειν ἔτι, ἀλλὰ τιμωρίαν αὐτοῖς ἐπάγειν δι-
καίαν. Ἐκβληθέντες τοίνυν τοῦ παραδείσου καὶ οἰόμενοι διὰ
τὴν παρακοὴν ἐκβεβλῆσθαι μόνην, οὐ μὴν εἰδότες διότι καὶ
θεοὺς μὴ ὄντας ἐπείσθησαν εἶναι, τὸ τῶν θεῶν ὄνομα καὶ τοῖς
μετὰ ταῦτα ἐξ αὐτῶν γενομένοις ἀνθρώποις παρέδοσαν. Aὕτη
τοίνυν πρώτη περὶ θεῶν ψευδὴς φαντασία, ἀπὸ τοῦ ψεύ-
στου πατρὸς τὴν ἀρχὴν ἐσχηκυῖα. Eἰδὼς τοίνυν ὁ θεὸς τὴν
τῆς πολυθεότητος μὴ ἀληθῆ δόξαν ὥσπερ τινὰ νόσον τῇ τῶν
ἀνθρώπων ἐνοχλοῦσαν ψυχῇ, ἀνελεῖν καὶ ἀνατρέψαι βουλόμε-
νος, πρῶτον μὲν τῷ Μωϋσεῖ φανεὶς ἔφη πρὸς αὐτόν• Ἐγώ
εἰμι ὁ ὤν. Ἔδει γάρ, οἶμαι, τὸν ἄρχοντα καὶ στρατηγὸν τοῦ
τῶν Ἑβραίων γένους ἔσεσθαι μέλλοντα πρῶτον ἁπάντων τὸν
ὄντα γινώσκειν θεόν. Διὸ καὶ τούτῳ πρώτῳ φανείς, ὡς ἦν
δυνατὸν ἀνθρώπῳ φανῆναι θεόν, ἔφη πρὸς αὐτόν• Ἐγώ εἰμι ὁ
ὤν. Eἶτα, ἀποστέλλειν αὐτὸν πρὸς τοὺς Ἑβραίους μέλλων,
κἀκείνοις αὐτὸν τὰ αὐτὰ προστάττει λέγειν• Ὁ ὢν ἀπέ-
σταλκέ με πρὸς ὑμᾶς.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:44 am

Ταῦτα τοίνυν ἐν Aἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ
σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν
ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θεόν, μνη-
μονεῦσαι παρ' Ἀθηναίοις οὐκ ἀσφαλὲς ἡγεῖτο, δεδιὼς τὸν
Ἄρειον πάγον, τὸ δὲ καλῶς εἰρημένον ὑπ' αὐτοῦ οὐχ ὡς παρ'
ἐκείνου μαθών, ἀλλ' ὡς ἑαυτοῦ ἐκτιθέμενος δόξαν ἐν τῷ ἐσπου-
δασμένῳ αὐτοῦ λόγῳ Τιμαίῳ, ἐν ᾧ καὶ θεολογεῖν ἐπιχείρει,
τὸ αὐτὸ ὃ καὶ περὶ θεοῦ Μωϋσῆς γέγραφεν. Ἔφη γάρ• Ἔστιν
οὖν κατ' ἐμὴν δόξαν διαιρετέον πρῶτον, τί τὸ ὂν ἀεί, γένεσιν
δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε.
Τοῦτο, ὦ ἄνδρες Ἕλληνες, τοῖς νοεῖν δυναμένοις οὐ δοκεῖ ἓν
καὶ ταὐτὸν εἶναι, τῷ ἄρθρῳ μόνῳ διαλλάττον; Ὁ μὲν γὰρ
Μωϋσῆς ὁ ὢν ἔφη, ὁ δὲ Πλάτων τὸ ὄν. Ἑκάτερον δὲ τῶν
εἰρημένων τῷ ἀεὶ ὄντι θεῷ προσήκειν φαίνεται• αὐτὸς γάρ
ἐστι μόνος ὁ ἀεὶ ὤν, γένεσιν δὲ μὴ ἔχων. Τί τοίνυν ἐστὶν ἕτε-
ρον τὸ τῷ ἀεὶ ὄντι ἀντιδιαστελλόμενον, περὶ οὗ αὐτὸς ἔφη•
Καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ἀκριβῶς σκο-
πεῖν προσήκει. Eὑρήσομεν γὰρ αὐτὸν σαφῶς καὶ φανερῶς τὸν
μὲν ἀγένητον ἀΐδιον εἶναι λέγοντα, τοὺς δὲ γενητοὺς ἢ δη-
μιουργητοὺς (ὡς αὐτὸς περὶ τῶν αὐτῶν εἰρῆσθαι ἔφη• Θεοὶ
θεῶν, ὧν ἐγὼ δημιουργός) γινομένους καὶ ἀπολλυμένους.
Oὕτω τοῦτο γὰρ αὐτὸς λέγει• Ἔστιν οὖν κατ' ἐμὴν δόξαν
πρῶτον διαιρετέον, τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί
τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν νοήσει μετὰ
τοῦ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δ' αὖ δόξῃ μετ'
αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὂν
δὲ οὐδέποτε. Ταῦτα τὰ •ητὰ τοῖς ὀρθῶς νοεῖν δυναμένοις
ἀναίρεσιν καὶ ἀπώλειαν τῶν γενομένων κηρύττει θεῶν. Ἀναγ-
καῖον δὲ οἶμαι καὶ τούτῳ προσέχειν τὸν νοῦν, ὅτι οὐδὲ ποιητὴν
αὐτὸν ὁ Πλάτων ἀλλὰ δημιουργὸν ὀνομάζει θεῶν, καίτοι
πολλῆς διαφορᾶς ἐν τούτοις οὔσης κατὰ τὴν αὐτοῦ Πλάτωνος
δόξαν• ὁ μὲν γὰρ ποιητής, οὐδενὸς ἑτέρου προσδεόμενος, ἐκ
τῆς ἑαυτοῦ δυνάμεως καὶ ἐξουσίας ποιεῖ τὸ ποιούμενον, ὁ δὲ
δημιουργός, τὴν τῆς δημιουργίας δύναμιν ἐκ τῆς ὕλης εἰλη-
φώς, κατασκευάζει τὸ γινόμενον.
Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων
ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουρ-
γηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν• Ἐπείπερ γεγένησθε,
ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν, οὔτε μὴν δὴ
λυθήσεσθέ γε οὔτε τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλή-
σεως, μείζονος ἔτι δεσμοῦ καὶ ἰσχυροτέρου, λαχόντες. Ἐν-
ταῦθα ὁ Πλάτων, τοὺς τὴν πολυθεότητα ἀσπαζομένους δε-
διώς, ἐναντία ἑαυτῷ τὸν κατ' αὐτὸν δημιουργὸν εἰσάγει λέγοντα.
Πᾶν γὰρ τὸ γενόμενον φθαρτὸν πρότερον εἰρηκέναι αὐτὸν
φήσας νῦν τἀναντία αὐτὸν εἰσάγει λέγοντα, ἀγνοῶν ὅτι οὐδα-
μῶς οὕτω δυνατὸν τὸ τῆς ψευδολογίας ἐκφυγεῖν ἔγκλημα• ἢ
γὰρ τὸ πρότερον εἰρηκὼς πᾶν τὸ γενόμενον φθαρτὸν ψεύδεται,
ἢ νῦν τἀναντία τοῖς πρότερον περὶ αὐτῶν εἰρημένοις ἐπαγγελ-
λόμενος. Eἰ γὰρ ἀνάγκη πᾶσα τὸ γενητὸν φθαρτὸν εἶναι
κατὰ τὸν πρότερον αὐτοῦ ὅρον, πῶς ἐγχωρεῖ τὸ κατ' ἀνάγκην
ἀδύνατον γενέσθαι δυνατόν; Ὥστε μάτην ἔοικεν ὁ Πλάτων
ἀδύνατα χαρίζεσθαι τῷ κατ' αὐτὸν δημιουργῷ, τοὺς ἅπαξ διὰ
τὸ ἐξ ὕλης γεγενῆσθαι φθαρτοὺς καὶ λυτοὺς γενομένους αὖθις
δι' αὐτοῦ ἀφθάρτους καὶ ἀλύτους ἐπαγγελλόμενος ἔσεσθαι.
Τὴν γὰρ τῆς ὕλης δύναμιν, ἀγένητον καὶ ἰσόχρονον καὶ ἡλι-
κιῶτιν κατὰ τὴν αὐτοῦ δόξαν τοῦ δημιουργοῦ οὖσαν, ἀντιστα-
τεῖν εἰκὸς τῇ αὐτοῦ βουλήσει• τῷ γὰρ μὴ πεποιηκότι οὐδεμία
ἐξουσία πρὸς τὸ μὴ γεγονός, ὥστε οὐδὲ βιασθῆναι αὐτὴν
δυνατόν, τῆς ἔξωθεν πάσης ἀνάγκης ἐλευθέραν οὖσαν. Διὰ
τοῦτο τοίνυν καὶ αὐτὸς ὁ Πλάτων εἰς ταῦτα ἀφορῶν οὕτω γέ-
γραφεν• Ἀνάγκη δὲ οὐδὲ θεὸν λέγεσθαι δυνατὸν βιάζεσθαι.
Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει
Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα
πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα•
Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
καίτοι Ὁμήρου οὐ περὶ τοῦ βασιλέως καὶ κατὰ Πλάτωνα δη-
μιουργοῦ τῶν θεῶν ταῦτ' εἰρηκότος, ἀλλὰ περί τινων θεῶν,
τῶν παρ' Ἕλλησι πολλῶν εἶναι νομιζομένων, ὡς ἔστιν ἡμῖν
καὶ παρ' αὐτοῦ Πλάτωνος μανθάνειν, θεοὶ θεῶν λέγοντος;
Τῷ γὰρ ἑνὶ καὶ πρώτῳ θεῷ τὴν ἐξουσίαν καὶ τὸ κράτος ἁπάν-
των Ὅμηρος διὰ τῆς χρυσῆς ἐκείνης ἀναφέρει σειρᾶς, τοὺς
δὲ λοιποὺς θεοὺς τοσοῦτ' ἀπέχειν ἔφη τῆς ἐκείνου θεότητος,
ὥστε αὐτοὺς καὶ μετὰ ἀνθρώπων ὀνομάζειν ἀξιοῦν. Τὸν γοῦν
Ὀδυσσέα κατὰ τοῦ Ἕκτορος πρὸς τὸν Ἀχιλλέα εἰσάγει λέγοντα•
Μαίνεται ἐκπάγλως, πίσυνος Διΐ, οὐδέ τι τίει
Ἀνέρας οὐδὲ θεούς.
Ἐνταῦθά μοι Ὅμηρος δοκεῖ πάντως που καὶ αὐτὸς ὥσπερ ὁ
Πλάτων ἐν Aἰγύπτῳ μαθὼν περὶ ἑνὸς θεοῦ σαφῶς καὶ φανε-
ρῶς τουτὶ ἐμφαίνειν, ὅτι ὁ τῷ ὄντι πεποιθὼς θεῷ τῶν μὴ
ὄντων ἀμελεῖ. Oὕτως γὰρ ὁ ποιητῆς καὶ ἀλλαχοῦ που, δι'
ἑτέρας λέξεως ἰσοδυναμούσης, τῇ ἀντωνυμίᾳ, ταὐτῇ τῇ ὑπὸ
Πλάτωνος εἰρημένῃ μετοχῇ, κέχρηται, τὸν ὄντα θεὸν ἀπαγγελ-
λούσῃ, περὶ οὗ ὁ Πλάτων ἔφη• Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ
ἔχον. Oὐ γὰρ ἁπλῶς εἰρῆσθαί μοι δοκεῖ τὸ ὑπὸ τοῦ Φοίνικος
εἰρημένον•
Oὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός,
Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα.
Ἡ γὰρ αὐτὸς ἀντωνυμία τὸν ὄντως ὄντα σημαίνει θεόν.
Oὕτως γὰρ καὶ ὁ περὶ τῶν Χαλδαίων ὑμῖν καὶ Ἑβραίων εἰρη-
μένος σημαίνει χρησμός• πυθομένου γάρ τινος, τίνας πώποτε
θεοσεβεῖς ἄνδρας γεγενῆσθαι συνέβη, οὕτως εἰρηκέναι αὐτόν
φατε•
Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι,
Aὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν αὐτόν.
Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς
στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ'
εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ' αὐτῶν τῶν εἰρημένων; Ἴδιον
γὰρ τῶν δι' εὐχῆς καὶ θυσιῶν φιλανθρωπίας τυγχάνειν ἀξιούν-
των τὸ παύεσθαι καὶ μεταγινώσκειν ἐφ' οἷς ἥμαρτον• οἱ γὰρ
ἀνεπιστρεφὲς τὸ θεῖον οἰόμενοι εἶναι, οὐδαμῶς ἀφίστασθαι
τῶν ἁμαρτημάτων προῄρηνται, οὐδὲν ὄφελος ἐκ τῆς μετανοίας
ἕξειν οἰόμενοι. Πῶς οὖν Ὁμήρου τοῦ ποιητοῦ καταγνοὺς ὁ
φιλόσοφος Πλάτων,
Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοὶ
εἰρηκότος, αὐτὸς τὸν τῶν θεῶν δημιουργὸν εἰσάγει οὕτω •ᾳ-
δίως τρεπόμενον, ὡς ποτὲ μὲν θεοὺς θνητούς, ποτὲ δὲ τοὺς
αὐτοὺς ἀθανάτους εἶναι λέγειν; Καὶ οὐ μόνον περὶ αὐτῶν,
ἀλλὰ καὶ περὶ τῆς ὕλης, ἀφ' ἧς καὶ τοὺς δημιουργηθέντας
θεούς, ὡς αὐτός φησι, γεγενῆσθαι ἀνάγκη, ποτὲ μὲν ἀγένητον
ποτὲ δὲ γενητὴν εἶναι λέγει, ἀγνοῶν ὅτι οἷς Ὁμήρῳ μέμφεται
τούτοις αὐτὸς περιπίπτων ἐλέγχεται, τὸν τῶν θεῶν δημιουργὸν
οὕτω •ᾳδίως τρέπεσθαι λέγων, καίτοι Ὁμήρου περὶ αὐτοῦ
ἐναντία εἰρηκότος. Ἔφη γὰρ αὐτὸν οὕτω περὶ ἑαυτοῦ λέγειν•
Oὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν
Oὐδ' ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύσω.
Ἀλλὰ ταῦτα μὲν ἑκών, ὡς ἔοικεν, ὁ Πλάτων, τοὺς τὴν πο-
λυθεότητα ἀσπαζομένους δεδιώς, ἀλλόκοτα περὶ θεῶν διεξιέ-
ναι φαίνεται. Ὅσα δὲ παρὰ Μωϋσέως καὶ τῶν προφητῶν
περὶ ἑνὸς θεοῦ μεμαθηκὼς οἴεται δεῖν λέγειν ταῦτα μυστικῶς
προῄρηται λέγειν, τοῖς θεοσεβεῖν βουλομένοις τὴν ἑαυτοῦ
σημαίνων δόξαν. Ἀρεσθεὶς γὰρ τῷ ὑπὸ τοῦ θεοῦ πρὸς τὸν
Μωϋσέα εἰρημένῳ Ἐγώ εἰμι ὁ ὤν, καὶ τὴν βραχεῖαν διὰ τῆς
μετοχῆς εἰρημένην •ῆσιν μετὰ πολλῆς θεωρίας δεξάμενος, ἔγνω
ὅτι τὴν ἀϊδιότητα αὐτοῦ ὁ θεὸς τῷ Μωϋσεῖ σημῆναι θέλων
Ἐγώ εἰμι ὁ ὢν ἔφη, τῆς ὢν συλλαβῆς οὐχ ἕνα χρόνον δηλού-
σης, ἀλλὰ τοὺς τρεῖς, τόν τε παρεληλυθότα καὶ τὸν ἐνεστῶτα
καὶ τὸν μέλλοντα. Oὕτω γὰρ καὶ ὁ Πλάτων τοῦ ὢν ἐπὶ τοῦ
περιττοῦ μέμνηται χρόνου, –Oν δὲ οὐδέποτε λέγων. Τὸ γὰρ
οὐδέποτε οὐκ ἐπὶ τοῦ παρεληλυθότος, ὡς οἴονταί τινες, ἀλλ'
ἐπὶ τοῦ μέλλοντος εἴρηται χρόνου. Τοῦτο γὰρ καὶ παρὰ
τοῖς ἔξωθεν ἠκρίβωται. Διὰ τοῦτο τοίνυν, ὥσπερ ἑρμηνεῦσαι
τοῖς ἀγνοοῦσι τὸ μυστικῶς περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ διὰ
τῆς μετοχῆς εἰρημένον βουλόμενος, ὁ Πλάτων αὐταῖς λέξεσιν
οὕτω γέγραφεν• Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς
λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων. Ἐν-
ταῦθα ὁ Πλάτων σαφῶς καὶ φανερῶς τὸν παλαιὸν λόγον
Μωϋσέως ὀνομάζει νόμον, τοῦ μὲν ὀνόματος Μωϋσέως φόβῳ
τοῦ κωνείου μεμνῆσθαι δεδιώς• ἠπίστατο γὰρ τὴν τοῦ ἀνδρὸς
διδασκαλίαν ἐχθρὰν Ἑλλήνων οὖσαν• διὰ δὲ τῆς τοῦ λόγου
παλαιότητος τὸν Μωϋσέα σημαίνει σαφῶς. Ὅτι δὲ παλαιὸς
καὶ πρῶτος ὁ Μωϋσέως νόμος, καὶ ἐκ τῆς Διοδώρου καὶ τῶν
λοιπῶν ἱστοριῶν ἱκανῶς ἡμῖν ἐν τοῖς προάγουσιν ἀποδέδει-
κται• πρῶτον γὰρ ἁπάντων νομοθέτην αὐτὸν Διόδωρος γεγε-
νῆσθαι λέγει, μηδέπω μηδὲ τῶν τοῖς Ἕλλησι διαφερόντων
εὑρεθέντων γραμμάτων, οἷς χρώμενοι τὰς ἑαυτῶν γεγράφασιν
ἱστορίας.
Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλά-
των περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Eὑρήσεις
γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ τοῖς προ-
φήταις τὴν ἀληθῆ περὶ τῶν ὄντων ἀναφέροντα γνῶσιν. Oὕτω
γὰρ ἐν τῷ Τιμαίῳ περί τινων ἀρχῶν διαλεγόμενος γέγραφε•
Τὴν δὲ πυρὸς ἀρχὴν καὶ τῶν ἄλλων σωμάτων ὑποτιθέμεθα,
κατὰ τὸν μετ' ἀνάγκης εἰκότα λόγον πορευόμενοι• τὰς δὲ ἔτι
τούτων ἀρχὰς ὁ θεὸς οἶδεν ἄνωθεν καὶ ἀνδρῶν ὃς ἂν ἐκείνῳ
φίλος ᾖ. Ἄνδρας δὲ τίνας ἑτέρους θεοῦ φίλους εἶναι νομίζει,
εἰ μὴ Μωϋσέα καὶ τοὺς λοιποὺς προφήτας; Ὧν ταῖς προφη-
τείαις ἐντυχὼν καὶ τὸν περὶ κρίσεως παρ' αὐτῶν μεμαθηκὼς
λόγον ἐν τῷ πρώτῳ τῆς Πολιτείας λόγῳ οὕτω προαναφωνεῖ
λέγων• Ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρ-
χεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἐν τῷ πρόσθεν οὐκ
εἰσῄει. Oἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν ᾅδου, ὡς τὸν
ἐνθάδε ἀδικήσαντα δέοι ἐκεῖ διδόναι δίκην, καταγελώμενοι
τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσι,
καὶ αὐτὸς ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ
ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλον καθορᾷ αὐτά. Ὑποψίας γοῦν
καὶ δείματος μεστὸς γίνεται, καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ
εἴ τινά τι ἠδίκησεν. Ὁ μὲν οὖν τις εὑρίσκων ἑαυτοῦ ἐν
τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖ-
δες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς τῆς ἐλ-
πίδος• τῷ δὲ μηδὲν ἄδικον ἑαυτῷ ξυνειδότι γλυκεῖα ἐλπὶς
ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος, ὥσπερ καὶ Πίνδαρος
λέγει. Χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτ' ἐκεῖνος εἶπεν,
ὅτι ὃς ἂν ὁσίως καὶ δικαίως τὸν βίον διαγάγῃ,
Γλυκεῖά οἱ καρδίαν ἀτιτάλλοισα γηροτρόφος ξυναορεῖ
Ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ.
Καὶ ταῦτα μὲν ἐν τῷ πρώτῳ τῆς Πολιτείας γέγραφε λόγῳ.
Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν
προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ' αὐτῶν
μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ' ὡς παρά τινος,
ὡς αὐτῷ πλάττειν ἐδόκει, ἐν πολέμῳ ἀναιρεθέντος καὶ δω-
δεκαταίου μέλλοντος θάπτεσθαι καὶ ἐπὶ τῆς πυρᾶς κειμένου,
ἀναβιώσαντός τε καὶ τὰ ἐκεῖ διηγουμένου, ἀκηκοώς, αὐταῖς
λέξεσιν οὕτως γέγραφεν• Ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτω-
μένῳ ἑτέρῳ ὑπὸ ἑτέρου, ὅπου εἴη Ἀριδαῖος ὁ μέγας. Ὁ δὲ
Ἀριδαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγε-
γόνει, γέροντα πατέρα ἀποκτείνας καὶ πρεσβύτερον ἀδελφόν,
καὶ ἄλλα δὴ πολλὰ καὶ ἀνόσια ἐργασάμενος, ὡς ἐλέγετο. Ἔφη
γοῦν τὸν ἐρωτώμενον εἰπεῖν• Oὐχ ἥκει, φάναι, οὐδὲ ἂν ἥξειν
δεῦρο. Ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεα-
μάτων. Ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν, μέλλοντες ἀνιέναι
καὶ τὰ ἄλλα πάντα πεπονθότες, ἐκεῖνόν τε κατείδομεν
ἐξαίφνης καὶ ἄλλους σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράν-
νους• ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν μεγάλα ἡμαρτηκότων• οὓς
οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλὰ
ἐμυκᾶτο, ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν,
εἰ μὴ ἱκανῶς δεδωκὼς δίκην, ἐπιχειροῖ ἀνιέναι. Ἐνταῦθα
ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθά-
νοντες τὸ φθέγμα, τοὺς μὲν διαλαβόντες ἦγον, τὸν δὲ Ἀρι-
δαῖον καὶ ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κε-
φαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν
ἐκτός, ἐπ' ἀσπαλάθων γνάπτοντες, καὶ τοῖς παροῦσι σημαί-
νοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν τάρταρον ἐμπεσούμενοι
ἄγοιντο. Ἔνθα δὴ φόβων, ἔφη, πολλῶν καὶ παντοδαπῶν
σφίσι γεγονότων τοῦτον ὑπερβάλλειν, εἰ μὴ γένοιτο ἑκάστῳ
τὸ φθέγμα ὅτε ἀναβαίνοι, ὡς καὶ ἀσμενέστατα ἕκαστον σι-
γήσαντος ἀναβῆναι. Καὶ τὰς μὲν δίκας τε καὶ τιμωρίας
τοιαύτας τινὰς εἶναι καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρό-
φους. Ἐνταῦθά μοι δοκεῖ ὁ Πλάτων οὐ μόνον τὸν περὶ
κρίσεως παρὰ τῶν προφητῶν μεμαθηκέναι λόγον, ἀλλὰ καὶ τὸν
περὶ τῆς ἀπιστουμένης παρ' Ἕλλησιν ἀναστάσεως. Τὸ γὰρ
μετὰ σώματος κρίνεσθαι τὴν ψυχὴν φῆσαι οὐδὲν ἕτερον δηλοῖ,
ἢ ὅτι τῷ περὶ τῆς ἀναστάσεως ἐπίστευσε λόγῳ. Ἐπεὶ πῶς
Ἀριδαῖος καὶ οἱ λοιποί, τὸ ἔχον σῶμα κεφαλὴν καὶ χεῖρας
καὶ πόδας καὶ δέρμα ὑπὲρ γῆς καταλιπόντες, τοιαύτην ὑπεῖ-
χον ἐν ᾅδου τιμωρίαν; Oὐ γὰρ δήπου τὴν ψυχὴν κεφαλὴν καὶ
χεῖρας καὶ πόδας καὶ δέρμα ἔχειν φήσουσιν. Ἀλλ' ἐν Aἰγύ-
πτῳ ταῖς τῶν προφητῶν ἐντυχὼν μαρτυρίαις ὁ Πλάτων, καὶ
τὴν περὶ τῆς τοῦ σώματος ἀναστάσεως δεξάμενος διδασκαλίαν,
μετὰ τοῦ σώματος τὴν ψυχὴν κρίνεσθαι διδάσκει.
Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως
καὶ αὐτὸς ἐν Aἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖ-
σθαι ἔφη. Oὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ Ἀλκι-
νόῳ διηγεῖται λέγων•
Καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέα υἱόν,
Κείμενον ἐν δαπέδῳ• ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα,
Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον.
Ἠπαρ γὰρ οὐ τὴν ψυχὴν ἀλλὰ τὸ σῶμα ἔχειν δηλοῖ. Τὸν αὐ-
τὸν δὴ τρόπον καὶ Σίσυφον καὶ Τάνταλον μετὰ σώματος τὴν
τιμωρίαν ὑπέχειν γέγραφεν. Ὅτι δὲ Ὅμηρος ἐν Aἰγύπτῳ γέ-
γονε καὶ πολλὰ ὧν ἐκεῖ μεμάθηκεν εἰς τὴν ἑαυτοῦ μετήνεγκεν
ποίησιν, ἱκανῶς διδάσκει ἡμᾶς Διόδωρος, ὁ τῶν ἱστοριογρά-
φων ἐνδοξότατος. Ἔφη γὰρ αὐτὸν ἐν Aἰγύπτῳ γενόμενον με-
μαθηκέναι, ὅτι τὸ
Νηπενθές, ἄχολόν τε κακῶν ἐπίληθες ἁπάντων
φάρμακον, ἡ Ἑλένη λαβοῦσα παρὰ τῆς Θῶνος γυναικὸς Πο-
λυδάμνας εἰς τὴν Σπάρτην ἐκόμισε• κἀκείνῳ τῷ φαρμάκῳ ἔφη
Ὅμηρος χρησαμένην τὴν Ἑλένην παῦσαι τὸν ἐν τῇ παρουσίᾳ
Τηλεμάχου παρὰ Μενελάου γενόμενον θρῆνον. Καὶ χρυσῆν
δὲ Ἀφροδίτην ὠνόμασεν ἐκ τῆς ἐν Aἰγύπτῳ ἱστορίας• ἔγνω
γὰρ καὶ τέμενος χρυσῆς Ἀφροδίτης ἐν Aἰγύπτῳ λεγόμενον
καὶ πεδίον χρυσῆς Ἀφροδίτης ὀνομαζόμενον. Καὶ τοῦ χάριν
τούτων γέγονε μνήμη νυνί; Ἵνα δείξωμεν τὸν ποιητὴν καὶ
τῶν ἀπὸ τῆς θείας τῶν προφητῶν ἱστορίας πολλὰ εἰς τὴν
ἑαυτοῦ μεταβαλόντα ποίησιν• καὶ πρῶτον τῆς κοσμοποιΐας
ὑπὸ Μωϋσέως τὴν εἰρημένην ἀρχήν. Oὕτω γὰρ Μωϋσῆς
γέγραφεν• Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,
εἶτα ἥλιον καὶ σελήνην καὶ ἀστέρας. Ταῦτα γὰρ ἐν Aἰγύπτῳ
μαθών, καὶ τοῖς ὑπ' αὐτοῦ ἐν τῇ τοῦ κόσμου γενέσει γραφεῖσιν
ἀρεσθείς, ἐν τῇ τοῦ Ἀχιλλέως ἀσπίδι τὸν Ἥφαιστον ὥσπερ
εἰκόνα τινὰ τῆς κοσμοποιΐας κατασκευάσαι παρεσκεύασεν.
Oὕτω γὰρ γέγραφεν•
Ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν,
Ἠέλιον τ' ἀκάμαντα σελήνην τε πλήθουσαν,
Ἐν δέ τε τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται.
Καὶ τοῦ παραδείσου δὲ εἰκόνα τὸν Ἀλκινόου κῆπον σώζειν πε-
ποίηκεν, ἀειθαλῆ τε αὐτὸν καὶ καρπῶν πλήρη διὰ τῆς εἰκόνος
ἐπιδεικνύς. Oὕτω γὰρ γέγραφεν•
Ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα,
Ὄγχναι καὶ •οιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
Συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
Τάων οὔποτε καρπὸς ἀπόλλυται οὐδ' ἐπιλείπει
Χείματος οὐδὲ θέρους, ἐπετήσιος, ἀλλ' ἀεὶ αὔρη
Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
Ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ,
Aὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ' ἐπὶ σύκῳ.
Ἔνθα δὲ οἱ πολύκαρπος ἀλωὴ ἐῤῥίζωται•
Τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
Τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,
Ἄλλας δὲ τραπέουσι• πάροιθε δέ τ' ὄμφακές εἰσιν,
Ἄνθος ἀφιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν.
Ταῦτα τὰ ῥήματα οὐ φανερὰν καὶ σαφῆ μίμησιν τῶν ὑπὸ
τοῦ πρώτου προφήτου Μωϋσέως περὶ τοῦ παραδείσου λεχθέν-
των δηλοῖ; Eἰ δέ τις καὶ εἰς τὴν τοῦ πύργου ποίησιν ἀφορᾶν
ἐθέλοι, δι' ἧς οἱ τὸ τηνικαῦτα ἄνδρες τὴν εἰς οὐρανὸν ἄνοδον
δύνασθαι κατασκευάζειν ἑαυτοῖς ᾤοντο, εὑρήσει καὶ ταύτην
ἱκανὴν δι' ἀλληγορίας μίμησιν ὑπὸ τοῦ ποιητοῦ διά τε Ὤτου
καὶ Ἐπιάλτου γινομένην. Oὕτω γὰρ καὶ ὁ ποιητὴς περὶ
αὐτῶν ἔφη•
Oἵῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
Φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο•
Ὄσσαν ἐπ' Oὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ
Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη.
Ὁμοίως δὲ καὶ περὶ τοῦ ἀπ' οὐρανῶν κατενεχθέντος ἐχθροῦ
τῆς ἀνθρωπότητος, ὃν διάβολον αἱ θεῖαι γραφαὶ καλοῦσιν,
ἀπὸ τῆς πρώτης αὐτοῦ πρὸς τὸν ἄνθρωπον διαβολῆς ταύτης
τῆς προσηγορίας τυχόντα• καὶ εἴ τις ἀκριβῶς σκοπεῖν ἐθέλοι,
εὕροι ἂν τὸν ποιητὴν τοῦ μὲν διαβόλου ὀνόματος οὐδαμῶς
μεμνημένον, ἐκ δὲ τῆς κακίστης αὐτοῦ πράξεως τὴν ὀνομασίαν
πεποιημένον• Ἄτην γὰρ αὐτὸν ὁ ποιητὴς ὀνομάζων ὑπὸ τοῦ
κατ' αὐτοὺς θεοῦ καθῃρῆσθαι αὐτὸν ἐκ τοῦ οὐρανοῦ λέγει,
ὥσπερ ἀκριβῶς τῶν ὑπὸ Ἡσαΐου τοῦ προφήτου περὶ αὐτοῦ
εἰρημένων μεμνημένος •ητῶν. Oὕτως ἐν τῇ ἑαυτοῦ ποιήσει
γέγραφεν•
Aὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο,
Χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
Μήποτ' ἐς Oὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
Aὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
Ὣς εἰπὼν ἔῤῥιψεν ἀπ' οὐρανοῦ ἀστερόεντος,
Χειρὶ περιστρέψας• τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων.
Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ
εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ
παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν τοῦ
εἴδους ὄνομα ἀπὸ τῶν Μωϋσέως μεμαθηκὼς •ητῶν, οὐ δι-
δαχθεὶς δὲ τηνικαῦτα παρὰ τῶν εἰδότων ὅτι οὐδὲν ἐκτὸς μυ-
στικῆς θεωρίας τῶν ὑπὸ Μωϋσέως εἰρημένων σαφῶς γινώσκειν
ἐστὶ δυνατόν. Γέγραφε γὰρ Μωϋσῆς ὡς τοῦ θεοῦ περὶ τῆς
σκηνῆς πρὸς αὐτὸν εἰρηκότος οὕτως• Καὶ ποιήσεις μοι κατὰ
πάντα, ὅσα ἐγὼ δεικνύω σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς
σκηνῆς. Καὶ πάλιν• Καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ
παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, καὶ οὕτως ποιήσεις.
Καὶ αὖθις μικρὸν ὕστερον οὕτως• Ὅρα, ποιήσεις κατὰ
τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει. Τούτοις οὖν ἐν-
τυχὼν ὁ Πλάτων καὶ οὐ μετὰ τῆς προσηκούσης θεωρίας δεξά-
μενος τὰ γεγραμμένα ῥητά, ᾠήθη εἶδός τι χωριστὸν προϋπάρ-
χειν τοῦ αἰσθητοῦ, ὃ καὶ παράδειγμα τῶν γενομένων ὀνομάζει
πολλάκις, ἐπειδὴ τὸ Μωϋσέως οὕτω περὶ τῆς σκηνῆς σημαίνει
γράμμα• Κατὰ τὸ εἶδος τὸ δειχθέν σοι ἐν τῷ ὄρει, οὕτως
ποιήσεις αὐτό.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:45 am

Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ
ἀνθρώπου σφαλεὶς φαίνεται• καὶ τούτων γὰρ εἰδέας εἶναι
οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν• Ἐν ἀρχῇ ἐποίη-
σεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα παραυτὰ συνάπτει
λέγων• Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, ᾠήθη ὅτι
ταύτην μὲν περὶ ἧς ἔφη Ἡ δὲ γῆ ἦν τὴν προϋπάρχουσαν εἰ-
ρῆσθαι γῆν, ἐπειδὴ Μωϋσῆς ἔφη• Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ
ἀκατασκεύαστος• ταύτην δὲ περὶ ἧς λέγει Ἐποίησεν ὁ θεὸς τὸν
οὐρανὸν καὶ τὴν γῆν ᾠήθη ταύτην λέγειν αὐτὸν τὴν κατὰ προϋ-
πάρχον εἶδος ὑπὸ τοῦ θεοῦ γενομένην αἰσθητήν. Ὁμοίως δὲ
καὶ περὶ τοῦ γενομένου οὐρανοῦ• τὸν μὲν πεποιημένον οὐρα-
νόν, ὃν καὶ στερέωμα ὠνόμασεν, τοῦτον εἶναι τὸν γενόμενον
αἰσθητόν, ἕτερον δὲ εἶναι τὸν νοητόν, περὶ οὗ ὁ προφήτης
ἔφη• Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς
υἱοῖς τῶν ἀνθρώπων. Καὶ περὶ ἀνθρώπου δὲ ὁμοίως• πρό-
τερον μὲν ὀνόματος ἀνθρώπου μέμνηται Μωϋσῆς, εἶτα μετὰ
τὰ πολλὰ τῶν κτισμάτων περὶ πλάσεως ἀνθρώπου πεποίη-
ται μνήμην, οὕτω λέγων• Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω-
πον, χοῦν ἀπὸ τῆς γῆς. Ὠιήθη γοῦν τὸν μὲν πρότερον ὀνο-
μασθέντα ἄνθρωπον προϋπάρχειν τοῦ γενομένου, τὸν δὲ ἐκ
τῆς γῆς πλασθέντα ὕστερον κατὰ τὸ προϋπάρχον εἶδος γεγε-
νῆσθαι. Ὅτι δὲ ἐκ γῆς ἄνθρωπος πέπλασται, καὶ Ὅμηρος
ἀπὸ τῆς παλαιᾶς καὶ θείας ἱστορίας μαθών, τῆς λεγούσης
Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, τὸ ἄψυχον τοῦ Ἕκτορος σῶμα
κωφὴν ὀνομάζει γῆν. Ἔφη γάρ που κατὰ τοῦ Ἀχιλλέως μετὰ
θάνατον τὸ τοῦ Ἕκτορος σύροντος σῶμα•
Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζεις μενεαίνων.
Καὶ αὖθις ἀλλαχοῦ που τὸν Μενέλαον λέγοντα τοῖς μὴ
ἑτοίμως δεξαμένοις τὴν τοῦ Ἕκτορος περὶ τῆς μονομαχίας
πρόσκλησιν•
Ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε!
δι' ὑπερβάλλουσαν ὀργὴν εἰς τὴν ἀρχαίαν αὐτοὺς ἐκ γῆς ἀνα-
λύων πλάσιν. Ταῦτα ἀπὸ τῶν ἀρχαίων ἱστοριῶν ἐν Aἰγύπτῳ
μεμαθηκότες Ὅμηρος καὶ Πλάτων ἐν τοῖς ἑαυτῶν γεγράφασι
λόγοις.
Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν
ἅρμα ἐλαύνειν τὸν Δία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προ-
φητῶν ἐντυχὼν ἱστορίαις; Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ προφήτου
•ητῶν περὶ τῶν Χερουβεὶμ οὕτως εἰρημένων• Καὶ ἐξῆλθεν
δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ Χερουβείμ, καὶ ἀνέ-
λαβεν τὰ Χερουβεὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχό-
μενοι αὐτῶν, καὶ δόξα κυρίου θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτοῖς ὑπερά-
νωθεν. Ἔνθεν ὁρμώμενος ὁ μεγαλόφωνος Πλάτων μετὰ πολ-
λῆς παῤῥησίας βοᾷ λέγων• Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς
πτηνὸν ἅρμα ἐλαύνων. Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ταῦτα
γέγραφεν, εἰ μὴ παρὰ Μωϋσέως καὶ τῶν προφητῶν; Πόθεν
δὲ τὴν πρόφασιν εἰληφὼς καὶ ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν
εἶναι ἔφη; Oὐκ ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν ἱστορίας, ἔνθα
γέγραπται• Oὐκ ἐν τῷ πνεύματι κύριος• καὶ μετὰ τὸ πνεῦμα
συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος• καὶ μετὰ τὸν συσ-
σεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος• καὶ μετὰ τὸ πῦρ φωνὴ
αὔρας λεπτῆς; Ἀλλ' ἐκεῖνα μὲν κατ' ἀναγωγὴν μετὰ πολλῆς
θεωρίας τοῖς θεοσεβέσι νοεῖν ἀναγκαῖον• Πλάτων δέ, οὐ
μετὰ τῆς προσηκούσης θεωρίας προσέχων τοῖς •ητοῖς, ἐν τῇ
πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι ἔφη.
Eἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης
ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν
οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι, εὕροι ἂν καὶ
ταύτην ὑπὸ Πλάτωνος ἐν τῷ πρὸς Μένωνα λόγῳ δι' ἑτέρου
ὀνόματος κηρυττομένην• δεδιὼς γὰρ τὴν τοῦ θεοῦ δωρεὰν
πνεῦμα ἅγιον ὀνομάζειν, ἵνα μὴ δόξῃ τῇ τῶν προφητῶν ἑπό-
μενος διδασκαλίᾳ ἐχθρὸς Ἑλλήνων εἶναι, τὸ μὲν ἄνωθεν αὐτὸ
παρὰ θεοῦ κατιέναι ὁμολογεῖ, οὐ μὴν πνεῦμα ἅγιον ἀλλὰ ἀρε-
τὴν ὀνομάζειν αὐτὸ ἠξίου. Oὕτω γὰρ πρὸς τὸν Μένωνα ἐν
τῷ περὶ ἀναμνήσεως λόγῳ, πολλὰ πρότερον περὶ τῆς ἀρετῆς
ζητήσας, πότερόν ποτε διδακτὸν ἡ ἀρετὴ ἢ οὐ διδακτὸν ἀλλ'
ἀσκητόν, ἢ οὔτε ἀσκητὸν οὔτε μαθητὸν ἀλλὰ φύσει παραγινό-
μενον τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ, ὕστερον αὐταῖς
λέξεσιν οὕτως ἀποφαίνεται λέγων• Eἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ
τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ
ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παρα-
γινομένη ἄνευ νοῦ οἷς ἂν παραγίνηται. Ταῦτα, οἶμαι, σα-
φῶς παρὰ τῶν προφητῶν περὶ τοῦ ἁγίου πνεύματος μεμαθη-
κὼς Πλάτων, εἰς τὸ τῆς ἀρετῆς ὄνομα μεταφέρων φαίνεται•
ὁμοίως γὰρ ὥσπερ οἱ ἱεροὶ προφῆται τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα
εἰς ἑπτὰ πνεύματα μερίζεσθαί φασιν, οὕτως καὶ αὐτός, μίαν
καὶ τὴν αὐτὴν ὀνομάζων ἀρετήν, ταύτην εἰς τέσσαρας ἀρετὰς
μερίζεσθαι λέγει, τοῦ μὲν ἁγίου πνεύματος οὐδαμῶς μνημο-
νεύειν ἐθέλων, διὰ δέ τινος ἀλληγορίας τὰ ὑπὸ τῶν προφητῶν
περὶ τοῦ ἁγίου πνεύματος εἰρημένα ἀπαγγέλλων σαφῶς. Oὕτω
γὰρ πρὸς τῷ τέλει τοῦ λόγου πρὸς τὸν Μένωνα ἔφη• Ἐκ μὲν
τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ φαίνεται
ἡμῖν παραγινομένη ἡ ἀρετὴ οἷς ἂν παραγίνηται• τὸ δὲ σαφὲς
παρ' αὐτοῦ εἰσόμεθα τοῦτο, ὁποίῳ τινὶ τρόπῳ τοῖς ἀνθρώ-
ποις παραγίνεται ἀρετή, ὅταν πρότερον ἐπιχειρήσωμεν αὐτὸ
καθ' αὑτὸ ζητεῖν, τί ποτέ ἐστιν ἀρετή. Ὁρᾶτε ὅπως τὴν ἄνω-
θεν κατιοῦσαν δωρεὰν ἀρετὴν μόνον ὀνομάζει• ἔτι δὲ ζητήσεως
ἄξιον εἶναι νομίζει, πότερόν ποτε ἀρετὴν ἢ ἕτερόν τι αὐτὸ
ὀνομάζεσθαι προσήκει, δεδιὼς αὐτὸ φανερῶς ἅγιον ὀνομάζειν
πνεῦμα, ἵνα μὴ δόξῃ τῇ τῶν προφητῶν ἕπεσθαι διδασκαλίᾳ.
Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ' οὐρανοῦ
γεγενῆσθαι ἔγνω; Oὕτω γὰρ γέγραφε• Χρόνος δ' οὖν μετ'
οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε
λύσις αὐτῶν γίνηται. Oὐχὶ καὶ τοῦτο ἀπὸ τῆς θείας Μωϋ-
σέως ἱστορίας μεμαθηκώς; Ἔγνω γὰρ ὅτι ἡ τοῦ χρόνου γένεσις
ἔκ τε ἡμερῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν ἀρχὴν τῆς συστάσεως
εἴληφεν. Ὡς οὖν τῆς πρώτης ἡμέρας, τῆς μετ' οὐρανοῦ γε-
νομένης, ἀρχὴν τοῦ παντὸς χρόνου παρεσχηκυίας (οὕτω γὰρ
Μωϋσῆς γέγραφεν• Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ
τὴν γῆν• εἶτα παραυτὰ συνάπτει λέγων• Καὶ ἐγένετο ἡμέρα
μία, ὡς ἀπὸ μέρους τὸν πάντα σημαίνων χρόνον), ὁ Πλάτων
τὴν ἡμέραν ὀνομάζει χρόνον, ἵνα μὴ δόξῃ ἡμέρας μεμνημένος,
ὡς πάντη τοῖς Μωϋσέως ἑπόμενος •ητοῖς, παρὰ Ἀθηναίοις
κατηγορεῖσθαι. Πόθεν δὲ καὶ περὶ λύσεως οὐρανοῦ φαντα-
σθεὶς οὕτω γέγραφεν; Oὐχὶ καὶ τοῦτο παρὰ τῶν ἱερῶν προ-
φητῶν μεμαθηκὼς καὶ οὕτως εἰρῆσθαι ὑπ' αὐτῶν νομίσας;
Eἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λό-
γον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευά-
σαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν, εὑρήσει καὶ
τοῦτο ἀπὸ τῆς θείας ἱστορίας αὐτοὺς μεμαθηκότας. Τῆς γὰρ
Μωϋσέως ἱστορίας ἐκ προσώπου τοῦ θεοῦ λεγούσης• Ποιή-
σωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, ὡς οὕτως
εἰρῆσθαι τῶν ἀνθρώπων κατὰ τὴν μορφὴν ἐοικότων τῷ θεῷ,
οὕτως κατασκευάζειν τοὺς θεοὺς αὐτῶν ἤρξαντο, ἐκ τοῦ ὁμοίου
τὸ ὅμοιον δημιουργεῖν οἰόμενοι. Τοῦ χάριν μνημονεῦσαι τού-
των νυνὶ προήχθην, ὦ ἄνδρες Ἕλληνες; Ἵνα γνῶτε ὅτι τὴν
ἀληθῆ θεοσέβειαν οὐ δυνατὸν παρὰ τούτων μανθάνειν τῶν
μηδὲ ἐν οἷς ὑπὸ τῶν ἔξωθεν ἐθαυμάσθησαν ἴδιόν τι γράψαι
δυνηθέντων, ἀλλὰ διά τινος ἀλληγορίας τὰ ὑπὸ Μωϋσέως καὶ
τῶν λοιπῶν προφητῶν εἰρημένα ἐν τοῖς ἑαυτῶν συγγράμμασιν
ἀπηγγελκότων.
Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλ-
ληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος
Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τῶν παρ'
ὑμῖν σοφῶν γεγενῆσθαι νομισθέντων, τῆς παλαιᾶς μὲν ὑμᾶς
τῶν προγόνων ἀποστῆναι πλάνης, ἐντυχεῖν δὲ ταῖς θείαις τῶν
προφητῶν ἱστορίαις καὶ γνῶναι παρ' αὐτῶν τὴν ἀληθῆ θεοσέ-
βειαν, οὐ λόγων ὑμῖν ἀπαγγελλόντων τέχνας, οὐδὲ πιθανῶς
καὶ πιστευτικῶς λεγόντων (τοῦτο γὰρ ἴδιον τῶν τὴν ἀλήθειαν
κλέπτειν ἐθελόντων), ἀλλὰ ἁπλῶς τοῖς ἐπιτυχοῦσιν ὀνόμασί
τε καὶ ῥήμασι χρωμένων, καὶ ταῦθ' ὑμῖν ἀπαγγελλόντων ἃ
τὸ ἅγιον ἐπ' αὐτοὺς κατελθὸν πνεῦμα τοὺς τὴν ἀληθῆ θεοσέ-
βειαν μανθάνειν βουλομένους δι' αὐτῶν διδάσκειν προῄρηται.
Πᾶσαν οὖν αἰδῶ καὶ παλαιὰν ἀνθρώπων πλάνην καὶ τὸν τῶν
ὄγκων φαντασιώδη παρωσάμενοι ψόφον, δι' οὗ καὶ τὴν πᾶσαν
ἀπόλαυσιν ἔχειν οἴεσθε, ἔχεσθε τῶν ὑμῖν συμφερόντων. Oὐδὲν
γὰρ ἔσται παρ' ὑμῶν οὐδὲ περὶ τοὺς προγόνους ὑμῶν πλημ-
μελές, εἰ εἰς τὴν ἐναντίαν τρέπεσθαι νυνὶ τῆς ἐξ ἐκείνων βού-
λεσθε πλάνης, οὓς εἰκὸς ἐν ᾅδου νυνὶ ἐκπρόθεσμον μετάνοιαν
μετανοοῦντας ὀδύρεσθαι• οἷς εἰ δυνατὸν ἦν ἐκεῖθεν δηλοῦν
ὑμῖν τὰ μετὰ τελευτὴν τοῦδε τοῦ βίου συμβεβηκότα αὐτοῖς,
ἔγνωτε ἂν ὅσων ὑμᾶς ἀπαλλάξαι κακῶν προείλοντο. Νυνὶ δὲ
ἐπεὶ μὴ δυνατὸν ἐν τῷ παρόντι μήτε παρ' ἐκείνων ὑμᾶς
μανθάνειν μήτε μὴν παρὰ τῶν ἐνταῦθα τὴν ψευδώνυμον ταύ-
την φιλοσοφίαν φιλοσοφεῖν ἐπαγγελλομένων, ἀκόλουθον ὑμῖν
ἔσται λοιπὸν τὴν τῶν προγόνων ὑμῶν ἀπωσαμένους πλάνην
ἐντυγχάνειν ταῖς τῶν ἱερῶν ἀνδρῶν προφητείαις, μὴ δοκιμότητα
φράσεως παρ' αὐτῶν αἰτοῦντας (οὐ γὰρ ἐν λόγοις ἀλλ' ἐν
ἔργοις τὰ τῆς ἡμετέρας θεοσεβείας πράγματα), καὶ μαθεῖν
παρ' αὐτῶν τὰ αἴτια ὑμῖν τῆς αἰωνίου ζωῆς ἐσόμενα. Oἱ γὰρ
μάτην τὸ τῆς φιλοσοφίας ἐπηρεάζοντες ὄνομα οὐδὲν εἰδότες
ἐλέγχονται, ὡς καὶ αὐτοὶ ὁμολογεῖν καὶ ἄκοντες ἀναγκάζονται,
δι' ὧν οὐ πρὸς ἀλλήλους στασιάζουσι μόνον, ἀλλὰ καὶ τὰς
ἑαυτῶν ἄλλοτε ἄλλως ἐκτίθενται δόξας.
Eἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐ-
τοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως
τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι; Eἰ γὰρ ὁ τῶν παρ'
ὑμῖν σοφῶν σοφώτατος Σωκράτης, ᾧ καὶ τὸ χρηστήριον ὑμῶν,
ὡς αὐτοί φατε, μαρτυρεῖ λέγον•
Ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,
ὁμολογεῖ μηδὲν εἰδέναι, πῶς οἱ μετ' αὐτὸν καὶ τὰ ἐν οὐρανοῖς
ἐπηγγέλλοντο εἰδέναι; Σωκράτης γὰρ ἑαυτὸν σοφὸν διὰ τοῦτ'
εἰρῆσθαι ἔφη, ὅτι τῶν λοιπῶν ἀνθρώπων ἃ μὴ ἴσασι προσ-
ποιουμένων εἰδέναι αὐτὸς οὐκ ὤκνει μηδὲν εἰδέναι ὁμολογεῖν.
Ἔφη γὰρ οὕτως• Ἔοικα οὖν αὐτῷ τούτῳ τῷ σμικρῷ σοφώ-
τατος εἶναι, ὅτι ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι. Μηδεὶς δὲ
οἰέσθω εἰρωνευόμενον ἄγνοιαν προσποιεῖσθαι Σωκράτη,
ἐπειδὴ πολλάκις ἐν τοῖς διαλόγοις εἴωθε τοῦτο ποιεῖν• ἡ γὰρ
τελευταία •ῆσις τῆς ἀπολογίας, ἣν ἐπὶ τὸ δεσμωτήριον ἀπιὼν
ἔφη, δηλοῖ μετὰ σπουδῆς αὐτὸν καὶ ἀληθείας τὴν ἄγνοιαν ὁμο-
λογεῖν. Ἔφη γὰρ οὕτως• Ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ
μὲν τεθνηξομένῳ, ὑμῖν δὲ βιωσομένοις. Ὁπότεροι δὲ ἡμῶν
ἐπὶ τὸ ἄμεινον πρᾶγμα ἔρχονται, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ.
Ἀλλὰ Σωκράτης μὲν ταύτην ὑστάτην ἐν τῷ Ἀρείῳ πάγῳ φω-
νὴν ἀφεὶς ἐπὶ τὸ δεσμωτήριον ὥρμησε, τῷ θεῷ μόνῳ τὴν τῶν
παρ' ἡμῖν ἀδήλων πραγμάτων ἀναφέρων γνῶσιν, οἱ δὲ μετ'
αὐτόν, μηδὲ τὰ ἐπὶ γῆς γνῶναι δυνάμενοι, τὰ ἐν οὐρανοῖς ὡς
ἑωρακότες εἰδέναι ἐπαγγέλλονται. Ὁ γοῦν Ἀριστοτέλης, ὡς
ἀκριβέστερον Πλάτωνος τὰ ἐν οὐρανοῖς ἑωρακώς, οὐχ ὥσπερ
ὁ Πλάτων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι λέγει (οὕτω
καὶ αὐτὸς ἔφη), ἀλλ' ἐν τῷ αἰθεριώδει πέμπτῳ στοιχείῳ εἶναι
αὐτὸν ἀπεφήνατο. Καὶ περὶ τούτων πιστεύεσθαι ἑαυτὸν διὰ
δοκιμότητα φράσεως ἀξιῶν, οὐδὲ τὴν τοῦ Eὐρίπου φύσιν τοῦ
ὄντος ἐν Χαλκίδι γνῶναι δυνηθείς, διὰ πολλὴν ἀδοξίαν καὶ
αἰσχύνην λυπηθεὶς μετέστη τοῦ βίου. Μηδεὶς οὖν τῶν εὖ
φρονούντων προτέραν ἡγείσθω τῆς ἑαυτοῦ σωτηρίας τὴν τού-
των εὐγλωττίαν, ἀλλὰ κατὰ τὴν παλαιὰν ἐκείνην ἱστορίαν
κηρῷ τὰ ὦτα φραξάμενος τὴν ἐκ τῶν Σειρήνων αὐτῶν ἐνο-
χλοῦσαν ἡδεῖαν φευγέτω βλάβην• οἱ γὰρ προειρημένοι ἄνδρες,
ὥσπερ τι δέλεαρ τὴν εὐγλωττίαν προϊσχόμενοι, πολλοὺς ἀπά-
γειν τῆς ὀρθῆς θεοσεβείας προῄρηνται, μιμούμενοι τὸν τὴν
πολυθεότητα τοὺς πρώτους ἀνθρώπους διδάξαι τολμήσαντα.
Oἷς μὴ πείθεσθαι ὑμᾶς ἀξιῶ, ἐντυγχάνειν δὲ ταῖς τῶν ἱερῶν
ἀνδρῶν προφητείαις. Eἰ δέ τις ὄκνος ἢ παλαιὰ τῶν προγόνων
ὑμῶν δεισιδαιμονία τέως ἐντυγχάνειν ὑμᾶς ταῖς τῶν ἁγίων ἀν-
δρῶν προφητείαις κωλύει, δι' ὧν δυνατὸν μανθάνειν ὑμᾶς ἕνα
καὶ μόνον εἶναι θεόν, ὃ πρῶτόν ἐστι τῆς ἀληθοῦς θεοσεβείας
γνώρισμα, τῷ γοῦν πρότερον ὑμᾶς τὴν πολυθεότητα διδάξαντι,
ὕστερον δὲ λυσιτελῆ καὶ ἀναγκαίαν παλινῳδίαν ¶σαι προελο-
μένῳ πείσθητε Ὀρφεῖ, ταῦτ' εἰρηκότι ἃ μικρῷ πρόσθεν
γέγραφα, καὶ τοῖς λοιποῖς δὲ τοῖς τὰ αὐτὰ περὶ ἑνὸς θεοῦ
γεγραφόσι πείσθητε. Θείας γὰρ ὑπὲρ ὑμῶν προνοίας ἔργον
γέγονε τὸ καὶ ἄκοντας τούτους μαρτυρεῖν τὰ ὑπὸ τῶν προφη-
τῶν περὶ ἑνὸς θεοῦ εἰρημένα ἀληθῆ εἶναι, ἵνα παρὰ πάντων ὁ
τῆς πολυθεότητος ἀθετούμενος λόγος ἀφορμὴν ὑμῖν παρέχῃ
τῆς ἀληθοῦς γνώσεως.
Ἔσται δὲ ὑμῖν •ᾳδίως τὴν ὀρθὴν θεοσέβειαν ἐκ μέ-
ρους παρὰ τῆς παλαιᾶς Σιβύλλης, ἔκ τινος δυνατῆς ἐπι-
πνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσης, μανθάνειν, ταῦθ'
ἅπερ ἐγγὺς εἶναι δοκεῖ τῆς τῶν προφητῶν διδασκαλίας. Ταύ-
την δὲ ἐκ μὲν Βαβυλῶνος ὡρμῆσθαί φασι, Βηρώσσου τοῦ τὴν
Χαλδαϊκὴν ἱστορίαν γράψαντος θυγατέρα οὖσαν, εἰς δὲ τὰ
μέρη τῆς Καμπανίας οὐκ οἶδ' ὅπως διαβᾶσαν ἐκεῖ τοὺς χρη-
σμοὺς ἐξαγορεύειν ἔν τινι Κουμᾷ οὕτω καλουμένῃ πόλει, ἓξ
σημείοις διεστώσῃ Βαΐων, ἔνθα τὰ θερμὰ τῆς Καμπανίας εἶ-
ναι συμβαίνει. Ἐθεασάμεθα δὲ ἐν τῇ πόλει γενόμενοι καί
τινα τόπον, ἐν ᾧ βασιλικὴν μεγίστην ἐξ ἑνὸς ἐξεσμένην λίθου
ἔγνωμεν, πρᾶγμα μέγιστον καὶ παντὸς θαύματος ἄξιον, ἔνθα
τοὺς χρησμοὺς αὐτὴν ἀπαγγέλλειν οἱ ὡς τὰ πάτρια παρειλη-
φότες παρὰ τῶν ἑαυτῶν προγόνων ἔφασκον. Ἐν μέσῳ δὲ τῆς
βασιλικῆς ἐπεδείκνυον ἡμῖν τρεῖς δεξαμενὰς ἐκ τοῦ αὐτοῦ
ἐξεσμένας λίθου, ὧν πληρουμένων ὕδατος λούεσθαι αὐτὴν ἐν
αὐταῖς ἔλεγον, καὶ στολὴν ἀναλαμβάνουσαν εἰς τὸν ἐνδότατον
τῆς βασιλικῆς βαδίζειν οἶκον ἐκ τοῦ αὐτοῦ ἐξεσμένον λίθου,
καὶ ἐν μέσῳ τῷ οἴκῳ καθεζομένην ἐπὶ ὑψηλοῦ βήματος καὶ
θρόνου οὕτω τοὺς χρησμοὺς ἐξαγορεύειν. Ταύτης δὲ τῆς Σι-
βύλλης ὡς χρησμῳδοῦ πολλοὶ μὲν καὶ ἄλλοι τῶν συγγραφέων
μέμνηνται, καὶ Πλάτων δὲ ἐν τῷ Φαίδρῳ. Δοκεῖ δέ μοι
τοῖς ταύτης χρησμοῖς ἐντυχὼν ὁ Πλάτων τοὺς χρησμῳδοὺς ἐκ-
θειάζειν• ἑώρα γὰρ τὰ ὑπ' αὐτῆς πάλαι προειρημένα ἔργοις
πληρούμενα. Καὶ διὰ τοῦτο θαυμάσας ἐν τῷ πρὸς Μένωνα
λόγῳ αὐταῖς λέξεσιν ἐπαινῶν τοὺς χρησμῳδοὺς οὕτως γέγρα-
φεν• Ὀρθῶς ἄρα ἂν καλοῖμεν θείους αὐτούς, οὓς δὴ νῦν λέ-
γομεν χρησμῳδούς• οὐχ ἥκιστα φαῖμεν ἂν τούτους τε θείους
εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ
τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγ-
ματα, μηδὲν εἰδότες ὧν λέγουσι• σαφῶς καὶ φανερῶς εἰς τοὺς
Σιβύλλης ἀφορῶν χρησμούς. Aὕτη γὰρ οὐχ, ὥσπερ οἱ ποιηταὶ
καὶ μετὰ τὸ γράψαι τὰ ποιήματα, εἶχεν ἐξουσίαν διορθοῦσθαι
καὶ ἐπιξέειν μάλιστα διὰ τὴν τῶν μέτρων ἀκρίβειαν, ἀλλ' ἐν
μὲν τῷ τῆς ἐπιπνοίας καιρῷ τὰ τῆς προφητείας ἐπλήρου, παυ-
σαμένης δὲ τῆς ἐπιπνοίας ἐπέπαυτο καὶ ἡ τῶν εἰρημένων
μνήμη. Τοῦτ' οὖν αἴτιον τοῦ μὴ πάντα τὰ μέτρα τῶν ἐπῶν
τῆς Σιβύλλης σώζεσθαι. Aὐτοὶ γὰρ ἐν τῇ πόλει γενόμενοι
παρὰ τῶν περιηγητῶν μεμαθήκαμεν, τῶν καὶ τοὺς τόπους
ἡμῖν, ἐν οἷς ἐχρησμῴδει, ὑποδειξάντων καὶ φακόν τινα ἐκ
χαλκοῦ κατεσκευασμένον, ἐν ᾧ τὰ λείψανα αὐτῆς σώζεσθαι
ἔλεγον. Ἔφασκον δὲ μετὰ πάντων ὧν διηγοῦντο καὶ τοῦτο
ὡς παρὰ τῶν προγόνων ἀκηκοότες, ὅτι οἱ ἐκλαμβάνοντες τοὺς
χρησμοὺς τηνικαῦτα, ἐκτὸς παιδεύσεως ὄντες, πολλαχοῦ τῆς
τῶν μέτρων ἀκριβείας διήμαρτον• καὶ ταύτην ἔλεγον αἰτίαν
εἶναι τῆς ἐνίων ἐπῶν ἀμετρίας, τῆς μὲν χρησμῳδοῦ διὰ τὸ
πεπαῦσθαι τῆς κατοχῆς καὶ τῆς ἐπιπνοίας μὴ μεμνημένης τῶν
εἰρημένων, τῶν δὲ ὑπογραφέων δι' ἀπαιδευσίαν τῆς τῶν μέ-
τρων ἀκριβείας ἐκπεπτωκότων. Διὰ τοῦτο τοίνυν τὸν Πλά-
τωνα εἰς τοὺς τῆς Σιβύλλης ἀφορῶντα χρησμοὺς περὶ τῶν
χρησμῳδῶν τοῦτ' εἰρηκέναι δῆλον. Ἔφη γὰρ οὕτως• Ὅταν
κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν
εἰδότες ὧν λέγουσι.
Πλὴν ἀλλ' ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιη-
τικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν
τῇ παρ' ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμενοι λοιπὸν τῆς τῶν
μέτρων καὶ λόγων ἀκριβείας, τοῖς ὑπ' αὐτῆς εἰρημένοις ἀφι-
λονείκως προσέχοντες γνῶτε πόσων ὑμῖν ἀγαθῶν αἰτία ἔσται,
τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἄφιξιν σαφῶς καὶ φανε-
ρῶς προαγορεύουσα• ὃς τοῦ θεοῦ ὑπάρχων λόγος ἀχώρητος
δυνάμει, τὸν κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν πλασθέντα ἀνα-
λαβὼν ἄνθρωπον, τῆς τῶν ἀρχαίων ἡμᾶς προγόνων ἀνέμνησε
θεοσεβείας, ἣν οἱ ἐξ αὐτῶν γενόμενοι ἄνθρωποι καταλιπόντες
διδασκαλίᾳ βασκάνου δαίμονος ἐπὶ τὴν τῶν μὴ θεῶν ἐτράπη-
σαν θρησκείαν. Eἰ δέ τις ὄκνος ὑμῖν ἐνοχλεῖ πίστεως περὶ
τῆς τοῦ ἀνθρώπου πλάσεως, πείσθητε τούτοις οἷς ἔτι προσ-
έχειν οἴεσθε δεῖν, καὶ γνῶτε ὅτι τὸ παρ' ὑμῖν χρηστήριον,
ἀξιωθὲν ὑπό τινος ὕμνον τοῦ παντοκράτορος ἐκδοῦναι θεοῦ,
οὕτως ἐν μέσῳ τοῦ ὕμνου ἔφη•
Ὃς πρῶτον πλάσας μερόπων, Ἀδὰμ δὲ καλέσσας.
Καὶ τοῦτον σώζεσθαι τὸν ὕμνον παρὰ πολλοῖς ὧν ἴσμεν συμ-
βαίνει εἰς ἔλεγχον τῶν μὴ πείθεσθαι τῇ ὑπὸ πάντων μαρτυ-
ρουμένῃ ἀληθείᾳ βουλομένων. Eἰ τοίνυν, ὦ ἄνδρες Ἕλληνες,
μὴ προτιμοτέραν ἡγεῖσθε τῆς ὑμῶν αὐτῶν σωτηρίας τὴν περὶ
τῶν μὴ ὄντων θεῶν ψευδῆ φαντασίαν, πείσθητε, ὥσπερ ἔφην,
τῇ ἀρχαιοτάτῃ καὶ σφόδρα παλαιᾷ Σιβύλλῃ, ἧς τὰς βίβλους ἐν
πάσῃ τῇ οἰκουμένῃ σώζεσθαι συμβαίνει, περὶ μὲν τῶν λεγο-
μένων θεῶν ὡς μὴ ὄντων ἀπό τινος δυνατῆς ἐπιπνοίας διὰ
χρησμῶν ὑμᾶς διδασκούσῃ, περὶ δὲ τῆς τοῦ σωτῆρος ἡμῶν
Ἰησοῦ Χριστοῦ μελλούσης ἔσεσθαι παρουσίας καὶ περὶ πάν-
των τῶν ὑπ' αὐτοῦ γίνεσθαι μελλόντων σαφῶς καὶ φανερῶς
προαναφωνούσῃ• ἔσται γὰρ ὑμῖν ἀναγκαῖον προγύμνασμα ἡ
τούτων γνῶσις τῆς τῶν ἱερῶν ἀνδρῶν προφητείας. Eἰ δέ τις
οἴοιτο παρὰ τῶν πρεσβυτάτων παρ' αὐτοῖς ὀνομασθέντων φι-
λοσόφων τὸν περὶ θεοῦ μεμαθηκέναι λόγον, Ἄμμωνός τε
καὶ Ἑρμοῦ ἀκουέτω• Ἄμμωνος μὲν ἐν τοῖς περὶ αὐτοῦ λόγοις
πάγκρυφον τὸν θεὸν ὀνομάζοντος, Ἑρμοῦ δὲ σαφῶς καὶ φανε-
ρῶς λέγοντος• Θεὸν νοῆσαι μέν ἐστι χαλεπόν, φράσαι δὲ
ἀδύνατον, ᾧ καὶ νοῆσαι δυνατόν. Πανταχόθεν τοίνυν εἰδέναι
προσήκει, ὅτι οὐδαμῶς ἑτέρως περὶ θεοῦ ἢ τῆς ὀρθῆς θεοσε-
βείας μανθάνειν οἷόν τε ἢ παρὰ τῶν προφητῶν μόνων, τῶν
διὰ τῆς θείας ἐπιπνοίας διδασκόντων ὑμᾶς.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:46 am

Τατιανοῦ πρὸς Ἕλληνας.
Μὴ πάνυ φιλέχθρως διατίθεσθε πρὸς τοὺς βαρβάρους,
ὦ ἄνδρες Ἕλληνες, μηδὲ φθονήσητε τοῖς τούτων δόγμασιν. ποῖον
γὰρ ἐπιτήδευμα παρ' ὑμῖν τὴν σύστασιν οὐκ ἀπὸ βαρβάρων
ἐκτήσατο; Τελμησσέων μὲν γὰρ οἱ δοκιμώτατοι τὴν δι' ὀνείρων
ἐξεῦρον μαντικήν, Κᾶρες τὴν διὰ τῶν ἄστρων πρόγνωσιν,
πτήσεις ὀρνίθων Φρύγες καὶ Ἰσαύρων οἱ παλαίτατοι, Κύπριοι
θυτικήν, ἀστρονομεῖν Βαβυλώνιοι, μαγεύειν Πέρσαι, γεωμετρεῖν
Aἰγύπτιοι, τὴν διὰ γραμμάτων παιδείαν Φοίνικες. ὅθεν παύ-
σασθε τὰς μιμήσεις εὑρέσεις ἀποκαλοῦντες. ποίησιν μὲν γὰρ
ἀσκεῖν καὶ ᾄδειν Ὀρφεὺς ὑμᾶς ἐδίδαξεν, ὁ δὲ αὐτὸς καὶ μυεῖσθαι•
Τουσκανοὶ πλάττειν, ἱστορίας συντάττειν αἱ παρ' Aἰγυπτίοις
τῶν χρόνων ἀναγραφαί. Μαρσύου δὲ καὶ Ὀλύμπου τὴν αὐλη-
τικὴν ἀπηνέγκασθε• Φρύγες δὲ
[οἱ] ἀμφότεροι• τὴν διὰ
σύριγγος ἁρμονίαν ἄγροικοι συνεστήσαντο. Τυρρηνοὶ σάλπιγγα,
χαλκεύειν Κύκλωπες, καὶ ἐπιστολὰς συντάσσειν ἡ Περσῶν ποτε
ἡγησαμένη γυνή, καθά φησιν Ἑλλάνικος• Ἄτοσσα δὲ ὄνομα αὐτῇ
ἦν. καταβάλετε τοιγαροῦν τοῦτον τὸν τῦφον μηδὲ προβάλλεσθε
•ημάτων εὐπρέπειαν, οἵτινες ὑφ' ὑμῶν αὐτῶν ἐπαινούμενοι
συνηγόρους τοὺς οἴκοι κέκτησθε. χρὴ δὲ τὸν νοῦν ἔχοντα τὴν
ἀφ' ἑτέρων περιμένειν μαρτυρίαν συνᾴδειν τε καὶ ἐν τῇ τοῦ
λόγου προφορᾷ. νῦν δὲ μόνοις ὑμῖν ἀποβέβηκε μηδὲ ἐν ταῖς
ὁμιλίαις ὁμοφωνεῖν. Δωριέων μὲν γὰρ οὐχ ἡ αὐτὴ λέξις τοῖς
ἀπὸ τῆς Ἀττικῆς, Aἰολεῖς τε οὐχ ὁμοίως τοῖς Ἴωσι φθέγγονται•
στάσεως δὲ οὔσης τοσαύτης παρ' οἷς
οὐκ ἐχρῆν ἀπορῶ τίνα
με δεῖ καλεῖν Ἕλληνα. καὶ γὰρ τὸ πανατοπώτατον, τὰς μὴ συγ-
γενεῖς ὑμῶν ἑρμηνείας τετιμήκατε, βαρβαρικαῖς τε φωναῖς ἔσθ'
ὅτε καταχρώμενοι συμφύρδην ὑμῶν πεποιήκατε τὴν διάλεκτον.
τούτου χάριν ἀπεταξάμεθα τῇ παρ' ὑμῖν σοφίᾳ κἂν εἰ πάνυ
σεμνός τις ἦν ἐν αὐτῇ. κατὰ γὰρ τὸν κωμικὸν ταῦτά ἐστιν
ἐπιφυλλίδες καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
λαρυγγιῶσί τε οἱ ταύτης ἐπιέμενοι καὶ κοράκων ἀφίενται φω-
νήν. ῥητορικὴν μὲν γὰρ ἐπ' ἀδικίᾳ καὶ συκοφαντίᾳ συνεστήσασθε,
μισθοῦ πιπράσκοντες τῶν λόγων ὑμῶν τὸ αὐτεξούσιον καὶ πολ-
λάκις τὸ νῦν δίκαιον αὖθις οὐκ ἀγαθὸν παριστῶντες• ποιητικὴν
δέ, μάχας ἵνα συντάσσητε θεῶν καὶ ἔρωτας καὶ
ψυχῆς δια-
φθοράν.
Τί γὰρ σεμνὸν φιλοσοφοῦντες ἐξηνέγκατε; τίς δὲ
τῶν πάνυ σπουδαίων ἀλαζονείας ἔξω καθέστηκεν; Διογένης
πιθάκνης καυχήματι τὴν αὐτάρκειαν σεμνυνόμενος πολύποδος
ὠμοβορίᾳ πάθει συσχεθεὶς εἰλεῷ διὰ τὴν ἀκρασίαν ἀποτέθνηκεν.
Ἀρίστιππος ἐν πορφυρίδι περιπατῶν ἀξιοπίστως ἠσωτεύσατο.
Πλάτων φιλοσοφῶν ὑπὸ Διονυσίου διὰ γαστριμαργίαν ἐπιπράσ-
κετο. καὶ Ἀριστοτέλης ἀμαθῶς ὅρον τῇ προνοίᾳ θεὶς καὶ τὴν
εὐδαιμονίαν ἐν οἷς ἠρέσκετο περιγράψας, λίαν ἀπαιδεύτως
Ἀλέξανδρον τὸ μεμηνὸς μειράκιον ἐκολάκευεν, ὅστις Ἀριστοτε-
λικῶς πάνυ τὸν ἑαυτοῦ φίλον διὰ τὸ μὴ βούλεσθαι προσκυνεῖν
αὐτὸν καθείρξας ὥσπερ ἄρκτον ἢ πάρδαλιν περιέφερε. πάνυ
γοῦν ἐπείθετο τοῖς τοῦ διδασκάλου δόγμασιν τὴν ἀνδρείαν καὶ
τὴν ἀρετὴν <ἐν> συμποσίοις ἐπιδεικνύμενος καὶ τὸν οἰκεῖον καὶ
πάνυ
φίλτατον διαπείρων τῷ δόρατι καὶ πάλιν κλαίων καὶ
ἀποκαρτερῶν προφάσει λύπης, ἵν' ὑπὸ τῶν οἰκείων μὴ μισηθῇ.
γελάσαιμι δ' ἂν καὶ τοὺς μέχρι νῦν τοῖς δόγμασιν αὐτοῦ κατα-
χρωμένους, οἳ τὰ μετὰ σελήνην ἀπρονόητα λέγοντες εἶναι, προσ-
γειότεροι παρὰ τὴν σελήνην ὑπάρχοντες καὶ κατώτεροι τοῦ ταύτης
δρόμου, προνοοῦσι τῶν ἀπρονοήτων• παρ' οἷς δὲ οὐκ ἔστι
κάλλος, οὐ πλοῦτος, οὐ •ώμη σώματος, οὐκ εὐγένεια, παρὰ τού-
τοις οὐκ ἔστι κατὰ τὸν Ἀριστοτέλην τὸ εὔδαιμον. καὶ οἱ τοιοῦτοι
φιλοσοφείτωσαν.
Τὸν γὰρ Ἡράκλειτον οὐκ ἂν ἀποδεξαίμην ἐμαυτὸν
ἐδιδαξάμην εἰπόντα διὰ τὸ αὐτοδίδακτον εἶναι καὶ ὑπερήφανον
οὐδ' ἂν ἐπαινέσαιμι κατακρύψαντα τὴν ποίησιν ἐν τῷ τῆς Ἀρ-
τέμιδος ναῷ, μυστηριωδῶς ὅπως ὕστερον ἡ ταύτης ἔκδοσις γί-
νηται. καὶ γὰρ οἷς μέλον ἐστὶ περὶ τούτων, φασὶν Eὐριπίδην
τὸν τραγῳδοποιὸν κατιόντα καὶ ἀναγινώσκοντα διὰ μνήμης κατ'
ὀλίγον τὸ Ἡρακλείτειον σκότος τοῖς σπουδαίοις παραδεδωκέναι.
τούτου μὲν οὖν τὴν ἀμαθίαν ὁ θάνατος συνήλεγξεν• ὕδρωπι
γὰρ συσχεθεὶς καὶ τὴν ἰατρικὴν ὡς φιλοσοφίαν ἐπιτηδεύσας
βολβίτοις τε περιπλάσας ἑαυτὸν τῆς κόπρου κρατυνθείσης συ-
νολκάς τε τοῦ παντὸς ἀπεργασαμένης σώματος σπασθεὶς ἐτε-
λεύτησεν. τὸν γὰρ Ζήνωνα διὰ τῆς ἐκπυρώσεως ἀποφαινόμενον
ἀνίστασθαι πάλιν τοὺς αὐτοὺς
ἐπὶ τοῖς αὐτοῖς, λέγω δὲ
Ἄνυτον καὶ Μέλητον ἐπὶ τῷ κατηγορεῖν, Βούσιριν δὲ ἐπὶ τῷ
ξενοκτονεῖν καὶ Ἡρακλέα πάλιν ἐπὶ τῷ ἀθλεῖν, παραιτητέον•
ὅστις ἐν τῷ κατὰ τὴν ἐκπύρωσιν λόγῳ πλείονας τοὺς μοχθηροὺς
τῶν δικαίων εἰσηγεῖται, Σωκράτους ἑνὸς καὶ Ἡρακλέους καί
τινων ἄλλων τοιούτων, γεγονότων ὀλίγων καὶ οὐ πολλῶν. οἱ
γὰρ κακοὶ πάνυ πλείους εὑρεθήσονται τῶν ἀγαθῶν, καὶ ὁ θεὸς
κακῶν ἀποδειχθήσεται κατ' αὐτὸν ποιητὴς, ἐν ἀμάραις τε καὶ
σκώληξι καὶ ἀρρητουργοῖς καταγινόμενος. Ἐμπεδοκλέους γὰρ τὸ
ἀλαζονικὸν αἱ κατὰ τὴν Σικελίαν τοῦ πυρὸς ἀναφυσήσεις ἀπέ-
δειξαν, ὅτι μὴ θεὸς ὢν τοῦθ' ὅπερ ἔλεγεν εἶναι κατεψεύδετο.
γελῶ καὶ τὴν Φερεκύδους γραολογίαν καὶ
τοῦ Πυθαγόρου
τὴν περὶ τὸ δόγμα κληρονομίαν καὶ τοῦ Πλάτωνος, κἄν τινες
μὴ θέλωσι, τὴν περὶ τούτους μίμησιν. τίς γὰρ ἂν ἐπιμαρτυ-
ρήσαι τῇ Κράτητος κυνογαμίᾳ καὶ οὐ μᾶλλον παραιτησάμενος
τὴν ἔντυφον τῶν ὁμοίων αὐτῷ γλωσσομανίαν ἐπὶ τὸ ζητεῖν τὸ
κατ' ἀλήθειαν σπουδαῖον τρέψεται; διόπερ μὴ παρασυρέτωσαν
ὑμᾶς αἱ τῶν φιλοψόφων καὶ οὐ φιλοσόφων πανηγύρεις, οἵτινες
ἐναντία μὲν ἑαυτοῖς δογματίζουσιν, κατὰ δὲ τὸ ἐπελθὸν ἕκαστος
ἐκπεφώνηκε. πολλὰ δὲ καὶ παρ' αὐτοῖς ἐστι προσκρούσματα• μισεῖ
μὲν γὰρ ἕτερος τὸν ἕτερον, ἀντιδοξοῦσι δὲ ἑαυτοῖς διὰ τὴν ἀλα-
ζονείαν τόπους ἐπιλεγόμενοι *** τοὺς προὔχοντας. ἐχρῆν δὲ
μηδὲ βασιλείας προλήμματι κολακεύειν τοὺς ἡγουμένους, περι-
μένειν δὲ μέχρις ἂν
πρὸς αὐτοὺς οἱ μεγιστᾶνες ἀφίκωνται.
Διὰ τί γάρ, ἄνδρες Ἕλληνες, ὥσπερ ἐν πυγμῇ συγ-
κρούειν βούλεσθε τὰς πολιτείας καθ' ἡμῶν; καὶ εἰ μὴ τοῖς τινων
νομίμοις συγχρῆσθαι βούλομαι, τίνος χάριν καθάπερ μιαρώτατος
μεμίσημαι; προστάττει φόρους τελεῖν ὁ βασιλεύς, ἕτοιμος παρ-
έχειν. δουλεύειν ὁ δεσπότης καὶ ὑπηρετεῖν, τὴν δουλείαν γι-
νώσκω. τὸν μὲν γὰρ ἄνθρωπον ἀνθρωπίνως τιμητέον, φοβη-
τέον δὲ μόνον τὸν θεόν, ὅστις ἀνθρωπίνοις οὐκ ἔστιν ὁρατὸς
ὀφθαλμοῖς, οὐ τέχνῃ περιληπτός. τοῦτον μόνον ἀρνεῖσθαι κε-
λευόμενος οὐ πεισθήσομαι, τεθνήξομαι δὲ μᾶλλον, ἵνα μὴ ψεύ-
στης καὶ ἀχάριστος ἀποδειχθῶ. θεὸς ὁ καθ' ἡμᾶς οὐκ ἔχει
σύστασιν ἐν χρόνῳ, μόνος ἄναρχος ὢν καὶ αὐτὸς ὑπάρχων τῶν
ὅλων ἀρχή. πνεῦμα ὁ θεός, οὐ διήκων
διὰ τῆς ὕλης, πνευ-
μάτων δὲ ὑλικῶν καὶ τῶν ἐν αὐτῇ σχημάτων κατασκευαστής,
ἀόρατός τε καὶ ἀναφής, αἰσθητῶν καὶ ὁρατῶν αὐτὸς γεγονὼς
πατήρ. τοῦτον διὰ τῆς ποιήσεως αὐτοῦ ἴσμεν καὶ τῆς δυνά-
μεως αὐτοῦ τὸ ἀόρατον τοῖς ποιήμασι καταλαμβανόμεθα. δη-
μιουργίαν τὴν ὑπ' αὐτοῦ γεγενημένην χάριν ἡμῶν προσκυνεῖν
οὐ θέλω. γέγονεν ἥλιος καὶ σελήνη δι' ἡμᾶς• εἶτα πῶς τοὺς
ἐμοὺς ὑπηρέτας προσκυνήσω; πῶς δὲ ξύλα καὶ λίθους θεοὺς
ἀποφανοῦμαι; πνεῦμα γὰρ τὸ διὰ τῆς ὕλης διῆκον, ἔλαττον
ὑπάρχον τοῦ θειοτέρου πνεύματος, ὥσπερ δὲ ψυχῇ παρωμοιω-
μένον, οὐ τιμητέον ἐπ' ἴσης τῷ τελείῳ θεῷ. ἀλλ' οὐδὲ τὸν
ἀνωνόμαστον θεὸν δωροδοκητέον• ὁ γὰρ πάντων ἀνενδεὴς
οὐ διαβλητέος ὑφ' ἡμῶν ὡς ἐνδεής. φανερώτερον δὲ ἐκθήσομαι
τὰ ἡμέτερα.
Θεὸς ἦν ἐν ἀρχῇ, τὴν δὲ ἀρχὴν λόγου δύναμιν πα-
ρειλήφαμεν. ὁ γὰρ δεσπότης τῶν ὅλων αὐτὸς ὑπάρχων τοῦ
παντὸς ἡ ὑπόστασις κατὰ μὲν τὴν μηδέπω γεγενημένην ποίησιν
μόνος ἦν• καθὸ δὲ πᾶσα δύναμις ὁρατῶν τε καὶ ἀοράτων [αὐ-
τὸς ὑπόστασις] ἦν σὺν αὐτῷ, τὰ πάντα σὺν αὑτῷ διὰ λογικῆς
δυνάμεως αὐτὸς [καὶ ὁ λόγος, ὃς ἦν ἐν αὐτῷ,] ὑπέστησεν. θε-
λήματι δὲ τῆς ἁπλότητος αὐτοῦ προπηδᾷ λόγος• ὁ δὲ λόγος οὐ
κατὰ κενοῦ χωρήσας ἔργον πρωτότοκον τοῦ πατρὸς γίνεται. τοῦ-
τον ἴσμεν τοῦ κόσμου τὴν ἀρχήν. γέγονεν δὲ κατὰ μερισμόν,
οὐ κατὰ ἀποκοπήν• τὸ γὰρ ἀποτμηθὲν τοῦ πρώτου κεχώρισται,
τὸ δὲ μερισθὲν οἰκονομίας
τὴν διαίρεσιν προσλαβὸν οὐκ
ἐνδεᾶ τὸν ὅθεν εἴληπται πεποίηκεν. ὥσπερ γὰρ ἀπὸ μιᾶς δᾳδὸς
ἀνάπτεται μὲν πυρὰ πολλά, τῆς δὲ πρώτης δᾳδὸς διὰ τὴν ἔξαψιν
τῶν πολλῶν δᾳδῶν οὐκ ἐλαττοῦται τὸ φῶς, οὕτω καὶ ὁ λόγος
προελθὼν ἐκ τῆς τοῦ πατρὸς δυνάμεως οὐκ ἄλογον πεποίηκε
τὸν γεγεννηκότα. καὶ γὰρ αὐτὸς ἐγὼ λαλῶ, καὶ ὑμεῖς ἀκούετε•
καὶ οὐ δήπου διὰ τῆς μεταβάσεως τοῦ λόγου κενὸς ὁ προσομιλῶν
τοῦ λόγου γίνομαι, προβαλλόμενος δὲ τὴν ἐμαυτοῦ φωνὴν δια-
κοσμεῖν τὴν ἐν ὑμῖν ἀκόσμητον ὕλην προῄρημαι καὶ καθάπερ
ὁ λόγος ἐν ἀρχῇ γεννηθεὶς ἀντεγέννησε τὴν καθ' ἡμᾶς ποίησιν
αὐτὸς ἑαυτῷ, τὴν ὕλην δημιουργήσας, οὕτω κἀγὼ
κατὰ τὴν
τοῦ λόγου μίμησιν ἀναγεννηθεὶς καὶ τὴν τοῦ ἀληθοῦς κατά-
ληψιν πεποιημένος μεταρρυθμίζω τῆς συγγενοῦς ὕλης τὴν
σύγχυσιν. οὔτε γὰρ ἄναρχος ἡ ὕλη καθάπερ καὶ ὁ θεός, οὔτε
διὰ τὸ ἄναρχον [καὶ αὐτὴ] ἰσοδύναμος τῷ θεῷ, γενητὴ δὲ καὶ
οὐχ ὑπὸ ἄλλου γεγονυῖα, μόνου δὲ ὑπὸ τοῦ πάντων δημιουργοῦ
προβεβλημένη.
Καὶ διὰ τοῦτο καὶ σωμάτων ἀνάστασιν ἔσεσθαι πε-
πιστεύκαμεν μετὰ τὴν τῶν ὅλων συντέλειαν, οὐχ ὡς οἱ Στωϊκοὶ
δογματίζουσι κατά τινας κύκλων περιόδους γινομένων ἀεὶ καὶ
ἀπογινομένων τῶν αὐτῶν οὐκ ἐπί τι χρήσιμον, ἅπαξ δὲ τῶν
καθ' ἡμᾶς αἰώνων πεπερασμένων [καὶ] εἰς τὸ παντελὲς διὰ
μόνων τῶν ἀνθρώπων τὴν σύστασιν [ἔσεσθαι] χάριν κρίσεως.
δικάζουσι δὲ ἡμῖν οὐ Μίνως οὐδὲ Ῥαδάμανθυς, ὧν πρὸ τῆς
τελευτῆς οὐδεμία τῶν ψυχῶν, ὡς μυθολογοῦσιν, ἐκρίνετο, δοκι-
μαστὴς δὲ αὐτὸς ὁ ποιητὴς θεὸς γίνεται. κἂν γὰρ πάνυ φλη-
νάφους τε καὶ σπερμολόγους ἡμᾶς νομίσητε, μέλον οὐκ ἔστιν
ἡμῖν, ἐπεὶ τούτῳ τῷ λόγῳ πεπιστεύκαμεν. ὥσπερ γὰρ οὐκ ὢν
πρὶν ἢ
γενέσθαι τίς ἤμην οὐκ ἐγίνωσκον, μόνον δὲ ἐν ὑπο-
στάσει τῆς σαρκικῆς ὕλης ὑπῆρχον, γεγονὼς δὲ ὁ μὴ πάλαι διὰ
τῆς γενέσεως τὸ εἶναι πεπίστευκα• τὸν αὐτὸν τρόπον ὁ γενό-
μενος καὶ διὰ θανάτου μηκέτ' ὢν αὖθίς τε μηκέθ' ὁρώμενος
ἔσομαι πάλιν ὥσπερ μὴ πάλαι γεγονὼς εἶτα γεννηθείς. κἂν πῦρ
ἐξαφανίσῃ μου τὸ σαρκίον, ἐξατμισθεῖσαν τὴν ὕλην ὁ κόσμος
κεχώρηκε• κἂν ἐν ποταμοῖς κἂν ἐν θαλάσσαις ἐκδαπανηθῶ κἂν
ὑπὸ θηρίων διασπασθῶ, ταμείοις ἐναπόκειμαι πλουσίου δεσπό-
του. καὶ ὁ μὲν πτωχὸς καὶ ἄθεος οὐκ οἶδεν τὰ ἀποκείμενα, θεὸς
δὲ ὁ βασιλεύων, ὅτε βούλεται, τὴν ὁρατὴν αὐτῷ μόνον ὑπό-
στασιν ἀποκαταστήσει πρὸς τὸ ἀρχαῖον.
Λόγος γὰρ ὁ ἐπουράνιος πνεῦμα γεγονὼς ἀπὸ τοῦ
πνεύματος καὶ λόγος ἐκ λογικῆς δυνάμεως, κατὰ τὴν τοῦ γεν-
νήσαντος αὐτὸν πατρὸς μίμησιν εἰκόνα τῆς ἀθανασίας τὸν ἄν-
θρωπον ἐποίησεν, ἵν', ὥσπερ ἡ ἀφθαρσία παρὰ τῷ θεῷ, τὸν
αὐτὸν τρόπον θεοῦ μοίρας ἄνθρωπος μεταλαβὼν ἔχῃ καὶ τὸ
ἀθάνατον. ὁ μὲν οὖν λόγος πρὸ τῆς τῶν ἀνθρώπων κατασκευῆς
ἀγγέλων δημιουργὸς γίνεται, τὸ δὲ ἑκάτερον τῆς ποιήσεως εἶδος
αὐτεξούσιον γέγονε τἀγαθοῦ φύσιν μὴ ἔχον, ὃ *** πλὴν μόνον
παρὰ τῷ θεῷ, τῇ δὲ ἐλευθερίᾳ τῆς προαιρέσεως ὑπὸ τῶν ἀν-
θρώπων ἐκτελειούμενον, ὅπως ὁ μὲν φαῦλος δικαίως κολάζηται
δι' αὑτὸν γεγονὼς μοχθηρός, ὁ δὲ δίκαιος χάριν τῶν ἀνδραγα-
θημάτων
ἀξίως ἐπαινῆται κατὰ τὸ αὐτεξούσιον τοῦ θεοῦ μὴ
παραβὰς τὸ βούλημα. καὶ τὰ μὲν περὶ τοὺς ἀγγέλους καὶ ἀν-
θρώπους τοῦτον ἔχει τὸν τρόπον• ἡ δὲ τοῦ λόγου δύναμις
ἔχουσα παρ' ἑαυτῇ τὸ προγνωστικὸν *** τὸ μέλλον ἀποβαίνειν
οὐ καθ' εἱμαρμένην τῇ δὲ τῶν αἱρουμένων αὐτεξουσίῳ γνώμῃ,
τῶν μελλόντων προὔλεγε τὰς ἀποβάσεις καὶ τῆς μὲν πονηρίας
κωλυτὴς ἐγίνετο δι' ἀπαγορεύσεων, τῶν δὲ μενόντων ἀγαθῶν
ἐγκωμιαστής. καὶ ἐπειδή τινι φρονιμωτέρῳ παρὰ τοὺς λοιποὺς
ὄντι διὰ τὸ πρωτόγονον συνεξηκολούθησαν καὶ θεὸν ἀνέδειξαν
οἱ ἄνθρωποι καὶ <ἄγγελοι> τὸν ἐπανιστάμενον τῷ νόμῳ τοῦ
θεοῦ, τότε ἡ τοῦ λόγου δύναμις τόν τε ἄρξαντα τῆς ἀπονοίας
καὶ τοὺς
συνακολουθήσαντας τούτῳ τῆς σὺν αὐτῷ διαίτης
παρῃτήσατο. καὶ ὁ μὲν κατ' εἰκόνα τοῦ θεοῦ γεγονὼς χωρι-
σθέντος ἀπ' αὐτοῦ τοῦ πνεύματος τοῦ δυνατωτέρου θνητὸς
γίνεται• διὰ δὲ τὴν παράβασιν καὶ τὴν ἄγνοιαν ὁ πρωτόγονος
δαίμων ἀποδείκνυται καὶ τοῦτον οἱ μιμησάμενοι, τούτου δὲ τὰ
φαντάσματα δαιμόνων στρατόπεδον ἀποβεβήκασι καὶ διὰ τὸ
αὐτεξούσιον τῇ σφῶν ἀβελτερίᾳ παρεδόθησαν.
Ὑπόθεσις δὲ αὐτοῖς τῆς ἀποστασίας οἱ ἄνθρωποι
γίνονται. διάγραμμα γὰρ αὐτοῖς ἀστροθεσίας ἀναδείξαντες ὥσπερ
οἱ τοῖς κύβοις παίζοντες, τὴν εἱμαρμένην εἰσηγήσαντο λίαν
ἄδικον. ὅ τε γὰρ κρίνων καὶ ὁ κρινόμενος καθ' εἱμαρμένην
εἰσὶν γεγονότες, καὶ οἱ φονεύοντες καὶ οἱ φονευόμενοι καὶ οἱ
πλουτοῦντες καὶ οἱ πενόμενοι τῆς αὐτῆς εἱμαρμένης ὑπάρχουσιν
ἀπογεννήματα, πᾶσά τε γένεσις ὥσπερ ἐν θεάτρῳ τερπωλὴν
παρέσχε τούτοις, παρ' οἷς, ὥς φησιν Ὅμηρος,
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν.
οἱ γὰρ τοὺς μονομαχοῦντας βλέποντες καὶ θάτερος θα-
τέρῳ σπουδάζων *** καὶ ὁ γαμῶν καὶ παιδοφθορῶν καὶ
μοιχεύων γελῶν τε καὶ ὀργιζόμενος φεύγων τε καὶ τιτρωσκό-
μενος πῶς οὐχὶ θνητὸς
εἶναι νομισθήσεται; δι' ὧν γὰρ ἑαυ-
τοὺς ὁποῖοί τινες πεφύκασι τοῖς ἀνθρώποις πεφανερώκασι, διὰ
τούτων τοὺς ἀκούοντας ἐπὶ τὰ ὅμοια προὐτρέψαντο. καὶ μήτι
γε οἱ δαίμονες αὐτοὶ μετὰ τοῦ ἡγουμένου [αὐτῶν] Διὸς ὑπὸ
τὴν εἱμαρμένην πεπτώκασι τοῖς αὐτοῖς πάθεσιν οἷσπερ καὶ οἱ
ἄνθρωποι κρατηθέντες. καὶ ἄλλως δὲ πῶς τιμητέον τούτους
παρ' οἷς δογμάτων ἐναντιότης ἐστὶ πολλή; Ῥέα μὲν γάρ, ἣν
οἱ ἀπὸ τῶν Φρυγίων ὀρῶν Κυβέλην φασίν, ἀποτμήσεις αἰδοίων
νενομοθέτηκεν διὰ τὸν ἐρώμενον ταύτης Ἄττιν• Ἀφροδίτη δὲ
γάμου πλοκαῖς ἥδεται. μάγος ἐστιν ἡ Ἄρτεμις, θεραπεύει ὁ
Ἀπόλλων. καὶ μετὰ τὴν Γοργοῦς καρατομίαν τῆς Ποσειδῶνος
ἐρωμένης, ἀφ' ἧς Πήγασος ὁ ἵππος καὶ
ὁ Χρυσάωρ ἀνέθορε,
τὰς σταγόνας τῶν αἱμάτων ἡ Ἀθηνᾶ καὶ ὁ Ἀσκληπιὸς διενεί-
μαντο• καὶ ὁ μὲν ἀπ' αὐτῶν ἔσωζεν, ἡ δὲ ἀπὸ τῶν ὁμοίων
λύθρων ἀνθρωποκτόνος [ἡ πολεμοποιὸς] ἐγίνετο. ταύτην μοι
δοκοῦσιν Ἀθηναῖοι μὴ βουληθέντες διαβάλλειν καὶ τὸν ἀπὸ τῆς
Ἡφαίστου μίξεως γινόμενον τῇ Γῇ προσάπτειν, ἵνα μὴ νομί-
ζηται καθάπερ ἡ Ἀταλάντη διὰ τὸν Μελέαγρον, οὕτω καὶ ἡ
Ἀθηνᾶ διὰ τὸν Ἥφαιστον τῆς ἀνδρείας ἐστερῆσθαι. ὁ γὰρ
ἀμφιγυήεις, ὡς εἰκός, ὁ πόρπας καὶ γναμπτὰς ἕλικας δημιουρ-
γῶν τοῖς κοροκοσμίοις ἠπάτησε τὴν ἀμήτορα παῖδα καὶ ὀρφανήν.
Ποσειδῶν ναυτίλλεται, πολέμοις Ἄρης ἥδεται, κιθαριστής ἐστιν
ὁ Ἀπόλλων, Θηβαίοις Διόνυσος τυραννεῖ, Κρόνος τυραννοκτονεῖ.
Ζεὺς καὶ
θυγατρὶ συγγίνεται, καὶ ἡ θυγάτηρ ἀπ' αὐτοῦ κυεῖ.
μαρτυρήσει μοι νῦν Ἐλευσὶς καὶ δράκων ὁ μυστικὸς καὶ Ὀρφεὺς
ὁ θύρας δ' ἐπίθεσθε βεβήλοις λέγων. Ἀϊδωνεὺς ἁρπάζει τὴν
Κόρην, καὶ αἱ πράξεις αὐτοῦ γεγόνασι μυστήρια• κλαίει Δη-
μήτηρ τὴν θυγατέρα, καί τινες ἀπατῶνται διὰ τοὺς Ἀθηναίους.
ἐν τῷ τεμένει τοῦ Λητοΐδου καλεῖταί τις ὀμφαλός• ὁ δ' ὀμφαλὸς
τάφος ἐστὶν Διονύσου. ἐπαινῶ σὲ νῦν, ὦ Δάφνη• τὴν ἀκρα-
σίαν τοῦ Ἀπόλλωνος νικήσασα ἤλεγξας αὐτοῦ τὴν μαντικήν,
ὅτι μὴ προγνοὺς τὰ περὶ σὲ τῆς αὑτοῦ τέχνης οὐκ ὤνατο. λε-
γέτω μοι νῦν ὁ ἑκατηβόλος πῶς Ὑάκινθον διεχρήσατο Ζέφυρος.
Ζέφυρος αὐτὸν νενίκηκεν• καὶ τοῦ τραγῳδοποιοῦ λέγοντος
αὔρα
θεῶν ὄχημα τιμιώτατον, ὑπὸ βραχείας αὔρας νικηθεὶς
ἀπώλεσε τὸν ἐρώμενον.
Τοιοῦτοί τινές εἰσιν οἱ δαίμονες οὗτοι οἳ τὴν εἱ-
μαρμένην ὥρισαν. στοιχείωσις δὲ αὐτοῖς ἡ ζώωσις ἦν. τὰ γὰρ
ἐπὶ τῆς γῆς ἑρπετὰ καὶ τὰ ἐν τοῖς ὕδασι νηκτὰ καὶ τὰ ἐπὶ τοῖς
ὄρεσι τετράποδα, μεθ' ὧν ἐποιοῦντο τὴν δίαιταν ἔκβλητοι τῆς
ἐν οὐρανῷ διαίτης γεγενημένοι, ταῦτα τῆς ἐπουρανίου τιμῆς
ἠξίωσαν, ἵνα τε νομισθῶσιν αὐτοὶ διατρίβειν ἐν οὐρανῷ καὶ
τὴν ἄλογον ἐπὶ γῆς πολιτείαν εὔλογον διὰ τῆς ἀστροθεσίας
ἀποδείξωσιν. ὥστε ὁ θυμικὸς καὶ ὁ ἐπίμοχθος καὶ ὁ ἐγκρα-
τευόμενος καὶ ὁ ἀκρατὴς καὶ ὁ πτωχεύων καὶ ὁ πλουτῶν ἐστι
τῶν νομοθετησάντων τὴν γένεσιν. ἡ γὰρ τοῦ ζωδιακοῦ κύκλου
γραφὴ θεῶν ἐστι ποίημα,
καὶ τὸ ἐπικρατῆσαν, ὥς φασιν,
ἑνὸς αὐτῶν φῶς τοὺς πλείονας παραβραβεύει, καὶ ὁ νικώμενος
νῦν εἰσαῦθις ἐπικρατεῖν εἴωθεν• εὐαρεστοῦσι δὲ αὐτοῖς οἱ ἑπτὰ
πλανῆται *** ὥσπερ οἱ ἐν τοῖς πεσσοῖς ἀθύροντες. ἡμεῖς δὲ
καὶ εἱμαρμένης ἐσμὲν ἀνώτεροι καὶ ἀντὶ πλανητῶν δαιμόνων
ἕνα τὸν ἀπλανῆ δεσπότην μεμαθήκαμεν καὶ οὐ καθ' εἱμαρμένην
ἀγόμενοι τοὺς ταύτης νομοθέτας παρῃτήμεθα. λέγε μοι πρὸς
τοῦ θεοῦ• Τριπτόλεμος ἔσπειρε τοὺς πυρούς, καὶ μετὰ τὸ πέν-
θος εὐεργετεῖ τοὺς Ἀθηναίους ἡ Δημήτηρ• διὰ τί δὲ τῆς θυ-
γατρὸς μὴ ἀπολωλυίας τῶν ἀνθρώπων εὐεργέτις οὐκ ἐγένετο;
κύων ὁ τῆς Ἠριγόνης ἐν οὐρανῷ δείκνυται καὶ σκορπίος ὁ τῆς
Ἀρτέμιδος βοηθὸς καὶ Χείρων ὁ
Κένταυρος ἥ <τε> ἡμί-
τομος Ἀργὼ καὶ ἡ Καλλιστοῦς ἄρκτος• εἶτα πῶς πρὶν τούτους
περὶ τὰς προειρημένας τάξεις γενέσθαι ἀκόσμητος ἦν ὁ οὐρανός;
τίνι δὲ οὐ γελοῖον εἶναι δόξει τὸ κατὰ μέν τινας διὰ τὴν Σι-
κελίαν ἀστροθετούμενον Δελτωτόν, κατ' ἐνίους δὲ <ὡς> τῆς
τοῦ Διὸς προσωνυμίας πρωτότυπον στοιχεῖον; διὰ τί γὰρ οὐχὶ
καὶ ἡ Σαρδὼ καὶ ἡ Κύπρος ἐν οὐρανῷ τετίμηνται; τίνος δὲ
ἕνεκεν οὐχὶ καὶ τῶν τοῦ Διὸς ἀδελφῶν, οἳ διενείμαντο τὰς
βασιλείας, *** γραμμάτων σχηματουργίᾳ κατηστερίσθησαν;
πῶς τε ὁ πεδηθεὶς Κρόνος καὶ τῆς βασιλείας ἔκβλητος γενό-
μενος τῆς εἱμαρμένης οἰκονόμος καθίσταται; πῶς τε βασιλείας ὁ
μηκέτι βασιλεύων δίδωσιν; καταβάλετε τοιγαροῦν τὸν
λῆρον
καὶ μὴ διὰ τὸ μισεῖν ἡμᾶς ἀδίκως παρανομήσητε.
Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται• μετα-
μορφοῦνται δὲ παρ' ὑμῖν καὶ οἱ θεοί. δένδρον ἡ Ῥέα γίνεται,
δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφασσαν, αἴγειροί <τε> αἱ τοῦ
Φαέθοντος ἀδελφαὶ καὶ ἡ Λητὼ ζῶον εὐτελές, δι' ἣν Ὀρτυγία
Δῆλος ἡ νῦν κέκληται. θεός, εἰπέ μοι, κύκνος γίνεται καὶ τὴν
ἀετοῦ μορφὴν ἀναλαμβάνει καὶ δι' οἰνοχοΐαν τοῦ Γανυμήδους
τὴν παιδεραστίαν σεμνύνεται; τί μοι σέβειν θεοὺς δωρολήπτας
καὶ ὀργιζομένους ἂν μὴ λάβωσιν; ἐχέτωσαν οὗτοι τὴν εἱμαρ-
μένην• τοὺς πλανήτας προσκυνεῖν οὐ βούλομαι. τίς ἐστιν ὁ
Βερενίκης πλόκαμος; ποῦ δὲ οἱ ἀστέρες αὐτῆς πρὶν τὴν προ-
ειρημένην ἀποθανεῖν; πῶς δὲ ὁ τεθνεὼς Ἀντίνοος μειράκιον
ὡραῖον ἐν τῇ σελήνῃ
καθίδρυται; τίς ὁ ἀναβιβάσας αὐτόν,
εἰ μήτι καὶ τοῦτον ὡς τοὺς βασιλέας μισθοῦ δι' ἐπιορκίας τις
τοῦ θεοῦ καταγελῶν εἰς τὸν οὐρανὸν ἀνεληλυθέναι φήσας
πεπίστευται κ¶τα τὸν ὅμοιον θεολογήσας τιμῆς καὶ δωρεᾶς
ἠξίωται; τί μου τὸν θεὸν σεσυλήκατε; τί δὲ αὐτοῦ τὴν ποίη-
σιν ἀτιμάζετε; θύεις πρόβατον, τὸ δ' αὐτὸ καὶ προσκυνεῖς•
ταῦρός ἐστιν ἐν οὐρανῷ, καὶ τὴν εἰκόνα σφάττεις αὐτοῦ. ζῶον
πονηρὸν ὁ Ἐν γόνασιν ἐκθλίβει• καὶ <ὁ> τὸν ἀνθρωποποιὸν
Προμηθέα καταφαγὼν ἀετὸς τετίμηται. καλὸς ὁ κύκνος, ὅτι μοι-
χὸς ἦν• καλοὶ δὲ καὶ ἑτεροήμεροι Διόσκοροι τῶν Λευκιππίδων
οἱ ἁρπασταί. κρείττων ἡ Ἑλένη τὸν μὲν κάρη ξανθὸν Μενέ-
λαον καταλιποῦσα, τῷ
δὲ μιτρηφόρῳ καὶ πολυχρύσῳ Πάριδι
κατακολουθοῦσα. δίκαιος καὶ σώφρων ὁ τὴν ἐκπορνεύσασαν
εἰς Ἠλύσια πεδία μετατεθεικώς. ἀλλ' οὐδὲ ἡ Τυνδαρὶς ἀπη-
θανάτισται, καὶ σοφῶς ὁ Eὐριπίδης ὑπὸ Ὀρέστου τῆς προειρη-
μένης γυναικὸς τὴν ἀναίρεσιν παρεισήγαγε.
Πῶς οὖν γένεσιν τὴν καθ' εἱμαρμένην ἀποδέξομαι
τοιούτους αὐτῆς τοὺς οἰκονόμους θεωρῶν; βασιλεύειν οὐ θέλω,
πλουτεῖν οὐ βούλομαι, τὴν στρατηγίαν παρῄτημαι, πορνείαν
μεμίσηκα, ναυτίλλεσθαι διὰ τὴν ἀπληστίαν οὐκ ἐπιτηδεύω, στε-
φάνους ἔχειν οὐκ ἀγωνίζομαι, δοξομανίας ἀπήλλαγμαι, θανά-
του καταφρονῶ, νόσου παντοδαπῆς ἀνώτερος γίνομαι, λύπη
μου τὴν ψυχὴν οὐκ ἀναλίσκει. δοῦλος ἐὰν ὦ, τὴν δουλείαν
ὑπομένω• κἂν ἐλεύθερος ὑπάρχω, τὴν εὐγένειαν οὐ σεμνύνομαι.
τὸν ἥλιον ὁρῶ πάντων τὸν αὐτόν, ἕνα δὲ κατὰ πάντων τὸν
θάνατον δι' ἡδονῆς καὶ ἐλαττώματος. ὁ πλούσιος σπείρει, καὶ
ὁ πένης τῆς αὐτῆς σπορᾶς μεταλαμβάνει• τελευτῶσιν οἱ πλου-
σιώτατοι καὶ οἱ μεταιτοῦντες τὴν αὐτὴν ἔχουσι τοῦ βίου περι-
γραφήν. πλειόνων χρῄζουσιν
οἱ πλουτοῦντες καὶ δι' ἀξιο-
πιστίας μετὰ τῆς δόξης γίνονται πένης δὲ καὶ ὁ μετριώτατος
τῶν καθ' ἑαυτὸν ἐφιέμενος εὐμαρέστερον περιγίνεται. τί μοι
καθ' εἱμαρμένην ἀγρυπνεῖς διὰ φιλαργυρίαν; τί δέ μοι καθ'
εἱμαρμένην πολλάκις ὀρεγόμενος πολλάκις ἀποθνήσκεις; ἀπό-
θνησκε τῷ κόσμῳ παραιτούμενος τὴν ἐν αὐτῷ μανίαν• ζῆθι
τῷ θεῷ διὰ τῆς αὐτοῦ καταλήψεως τὴν παλαιὰν γένεσιν πα-
ραιτούμενος. οὐκ ἐγενόμεθα πρὸς τὸ ἀποθνήσκειν, ἀποθνήσκομεν
δὲ δι' ἑαυτούς. ἀπώλεσεν ἡμᾶς τὸ αὐτεξούσιον• δοῦλοι γεγό-
ναμεν οἱ ἐλεύθεροι, διὰ τὴν ἁμαρτίαν ἐπράθημεν. οὐδὲν φαῦ-
λον ὑπὸ τοῦ θεοῦ πεποίηται, τὴν πονηρίαν ἡμεῖς ἀνεδείξαμεν•
οἱ δὲ ἀναδείξαντες δυνατοὶ πάλιν παραιτήσασθαι.
Δύο πνευμάτων διαφορὰς ἴσμεν ἡμεῖς, ὧν τὸ μὲν
καλεῖται ψυχή, τὸ δὲ μεῖζον μὲν τῆς ψυχῆς, θεοῦ δὲ εἰκὼν καὶ
ὁμοίωσις• ἑκάτερα δὲ παρὰ τοῖς ἀνθρώποις τοῖς πρώτοις ὑπῆρ-
χεν, ἵνα τὸ μέν τι ὦσιν ὑλικοί, τὸ δὲ ἀνώτεροι τῆς ὕλης. ἔχει
δὲ οὕτω. πᾶσαν ἔστιν ἰδεῖν τοῦ κόσμου τὴν κατασκευὴν σύμ-
πασάν τε τὴν ποίησιν γεγονυῖαν ἐξ ὕλης καὶ τὴν ὕλην δὲ αὐ-
τὴν ὑπὸ τοῦ θεοῦ προβεβλημένην, ἵνα τὸ μέν τι αὐτῆς ἄπορον
καὶ ἀσχημάτιστον νοῆται πρὸ τοῦ διάκρισιν λαβεῖν, τὸ δὲ κε-
κοσμημένον καὶ εὔτακτον μετὰ τὴν ἐν αὐτῇ διαίρεσιν. ἔστιν
οὖν [ἐν αὐτῇ] ὁ οὐρανὸς ἐξ ὕλης καὶ τὰ ἄστρα
τὰ ἐν αὐτῷ•
καὶ ἡ γῆ δὲ καὶ πᾶν τὸ ἀπ' αὐτῆς ζωογονούμενον τὴν ὁμοίαν
ἔχει σύστασιν ὡς εἶναι κοινὴν πάντων γένεσιν. τούτων δὲ
οὕτως ὑπαρχόντων διαφοραί τινες τῶν ἐξ ὕλης εἰσὶν ὡς εἶναι
τὸ μέν τι κάλλιον, τὸ δὲ καὶ αὐτὸ μὲν καλόν, πλὴν ὑπό τινος
κρείττονος ἐλαττούμενον. ὥσπερ γὰρ ἡ μὲν τοῦ σώματος σύ-
στασις μιᾶς ἐστιν οἰκονομίας, περὶ δὲ αὐτῷ ἐστι τοῦ γεγενῆσθαι
τὸ αἴτιον, καὶ τούτων οὕτως ὄντων διαφοραί τινές εἰσι δόξης
ἐν αὐτῷ, καὶ τὸ μέν τι ὀφθαλμός ἐστιν, τὸ δὲ οὖς, τὸ δὲ τρι-
χῶν διακόσμησις καὶ ἐντοσθίων οἰκονομία μυελῶν τε καὶ ὀστέων
καὶ νεύρων σύμπηξις,
θάτερον δὲ θατέρου ὂν διάφορον κατ'
οἰκονομίαν συμφωνίας ἐστὶν ἁρμονία• παραπλησίως καὶ ὁ κόσ-
μος κατὰ τὴν τοῦ πεποιηκότος αὐτὸν δύναμιν τὰ μέν τινα
φαιδρότερα, τὰ δέ [τινα] τούτοις ἀνόμοια κεκτημένος θελήματι
τοῦ δημιουργήσαντος πνεύματος μετείληφεν ὑλικοῦ. τὰ δὲ καθ'
ἕκαστα δυνατὸν κατανοῆσαι τῷ μὴ κενοδόξως ἀποσκορακίζοντι
τὰς θειοτάτας ἑρμηνείας, αἳ κατὰ χρόνον διὰ γραφῆς ἐξελη-
λεγμέναι πάνυ θεοφιλεῖς τοὺς προσέχοντας αὐταῖς πεποιήκασιν.
ὅμως δ' οὖν καὶ οἱ δαίμονες, οὓς ὑμεῖς οὕτω φατέ, σύμπηξιν
ἐξ ὕλης λαβόντες κτησάμενοί τε πνεῦμα τὸ ἀπ' αὐτῆς ἄσωτοι
καὶ λίχνοι γεγόνασιν, οἱ μέν τινες αὐτῶν ἐπὶ τὸ καθαρώτερον
τραπέντες, οἱ δὲ τῆς ὕλης ἐπιλεξάμενοι τὸ ἔλαττον
καὶ κατὰ
τὸ ὅμοιον αὐτῇ πολιτευόμενοι. τούτους δέ, ἄνδρες Ἕλληνες,
προσκυνεῖτε γεγονότας μὲν ἐξ ὕλης, μακρὰν δὲ τῆς εὐταξίας
εὑρεθέντας. οἱ γὰρ προειρημένοι τῇ σφῶν ἀβελτερίᾳ πρὸς τὸ
κενοδοξεῖν τραπέντες καὶ ἀφηνιάσαντες λῃσταὶ θεότητος γε-
νέσθαι προὐθυμήθησαν• ὁ δὲ τῶν ὅλων δεσπότης ἐντρυφᾶν
αὐτοὺς εἴασε μέχρις ἂν ὁ κόσμος πέρας λαβὼν ἀναλυθῇ, καὶ ὁ
δικαστὴς παραγένηται, καὶ πάντες οἱ ἄνθρωποι διὰ τῆς τῶν
δαιμόνων ἐπαναστάσεως ἀφιέμενοι τῆς τοῦ τελείου θεοῦ γνώ-
σεως τελειοτέραν διὰ τῶν ἀγώνων ἐν ἡμέρᾳ κρίσεως τὴν μαρ-
τυρίαν λάβωσιν. ἔστιν οὖν πνεῦμα ἐν φωστῆρσιν, πνεῦμα ἐν
ἀγγέλοις, πνεῦμα ἐν φυτοῖς καὶ ὕδασι, πνεῦμα ἐν ἀνθρώποις,
πνεῦμα ἐν ζώοις• ἓν
δὲ ὑπάρχον καὶ ταὐτὸν διαφορὰς ἐν
αὑτῷ κέκτηται. ταῦτα δὲ ἡμῶν λεγόντων οὐκ ἀπὸ γλώττης οὐδὲ
ἀπὸ τῶν εἰκότων <οὐδὲ ἀπ'> ἐννοιῶν συντάξεώς τε σοφιστικῆς,
θειοτέρας δέ τινος ἐκφωνήσεως λόγοις καταχρωμένων [οὓς] οἱ
βουλόμενοι μανθάνειν σπεύσατε• καὶ οἱ τὸν Σκύθην Ἀνάχαρσιν
μὴ ἀποσκορακίζοντες καὶ νῦν μὴ ἀναξιοπαθήσητε παρὰ τοῖς
βαρβαρικῇ νομοθεσίᾳ παρακολουθοῦσι παιδεύεσθαι. χρήσασθε
τοῖς δόγμασιν ἡμῶν κἂν ὡς τῇ κατὰ Βαβυλωνίους προγνωστικῇ•
κατακούσατε λεγόντων ἡμῶν κἂν ὡς δρυὸς μαντευομένης. καὶ
τὰ μὲν προειρημένα παραφόρων δαιμόνων ἐστὶν ἀντισοφιστεύ-
ματα, τὰ δὲ τῆς ἡμετέρας παιδείας ἐστὶν ἀνωτέρω τῆς κοσμικῆς
καταλήψεως.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:46 am

Oὐκ ἔστιν ἀθάνατος, ἄνδρες Ἕλληνες, ἡ ψυχὴ καθ'
ἑαυτήν, θνητὴ δέ• ἀλλὰ δυνατὸς ἡ αὐτὴ καὶ μὴ ἀποθνήσκειν.
θνήσκει μὲν γὰρ καὶ λύεται μετὰ τοῦ σώματος μὴ γινώσκουσα
τὴν ἀλήθειαν, ἀνίσταται δὲ εἰς ὕστερον ἐπὶ συντελείᾳ τοῦ
κόσμου σὺν τῷ σώματι θάνατον διὰ τιμωρίας ἐν ἀθανασίᾳ λαμ-
βάνουσα• πάλιν τε οὐ θνήσκει, κἂν πρὸς καιρὸν λυθῇ, τὴν
ἐπίγνωσιν τοῦ θεοῦ πεποιημένη. καθ' ἑαυτὴν γὰρ σκότος ἐστίν,
καὶ οὐδὲν ἐν αὐτῇ φωτεινόν, καὶ τοῦτό ἐστιν ἄρα τὸ εἰρημέ-
νον• ἡ σκοτία τὸ φῶς οὐ καταλαμβάνει. ψυχὴ γὰρ οὐκ αὐτὴ
τὸ πνεῦμα ἔσωσεν, ἐσώθη δὲ ὑπ' αὐτοῦ• καὶ τὸ φῶς τὴν σκο-
τίαν κατέλαβεν ᾗ
λόγος μέν ἐστι τὸ τοῦ θεοῦ φῶς, σκότος
δὲ ἡ ἀνεπιστήμων ψυχή. διὰ τοῦτο μόνη μὲν διαιτωμένη πρὸς
τὴν ὕλην νεύει κάτω συναποθνήσκουσα τῇ σαρκί, συζυγίαν δὲ
κεκτημένη τὴν τοῦ θείου πνεύματος οὐκ ἔστιν ἀβοήθητος,
ἀνέρχεται δὲ πρὸς ἅπερ αὐτὴν ὁδηγεῖ χωρία τὸ πνεῦμα• τοῦ
μὲν γάρ ἐστιν ἄνω τὸ οἰκητήριον, τῆς δὲ κάτωθέν ἐστιν ἡ γέ-
νεσις. γέγονεν μὲν οὖν συνδίαιτον ἀρχῆθεν τῇ ψυχῇ τὸ πνεῦμα•
τὸ δὲ πνεῦμα ταύτην ἕπεσθαι μὴ βουλομένην αὐτῷ καταλέ-
λοιπεν. ἡ δὲ ὥσπερ ἔναυσμα τῆς δυνάμεως αὐτοῦ κεκτημένη
καὶ διὰ τὸν χωρισμὸν τὰ τέλεια καθορᾶν μὴ δυναμένη, ζητοῦσα
τὸν θεὸν κατὰ πλάνην πολλοὺς θεοὺς ἀνετύπωσε
τοῖς ἀντι-
σοφιστεύουσι δαίμοσι κατακολουθοῦσα. πνεῦμα δὲ τοῦ θεοῦ
παρὰ πᾶσιν μὲν οὐκ ἔστι, παρὰ δέ τισι τοῖς δικαίως πολι-
τευομένοις καταγινόμενον καὶ συμπεριπλεκόμενον τῇ ψυχῇ διὰ
προαγορεύσεων ταῖς λοιπαῖς ψυχαῖς τὸ κεκρυμμένον ἀνήγγειλε•
καὶ αἱ μὲν πειθόμεναι <τῇ> σοφίᾳ σφίσιν αὐταῖς ἐφεῖλκον τὸ
πνεῦμα συγγενές, αἱ δὲ μὴ πειθόμεναι καὶ τὸν διάκονον τοῦ
πεπονθότος θεοῦ παραιτούμεναι θεομάχοι μᾶλλον ἤπερ θεοσε-
βεῖς ἀνεφαίνοντο.
Τοιοῦτοί τινές ἐστε καὶ ὑμεῖς, ὦ Ἕλληνες, ῥήμασι
μὲν στωμύλοι, γνώμην δὲ ἔχοντες ἀλλόκοτον, καὶ τὴν πολυκοι-
ρανίην μᾶλλον ἤπερ τὴν μοναρχίαν ἐξησκήσατε καθάπερ ἰσχυ-
ροῖς νομίζοντες <τοῖς> δαίμοσι κατακολουθεῖν. ὥσπερ γὰρ ὁ
λῃστεύων ἀπάνθρωπος ὢν διὰ τόλμης τῶν ὁμοίων ἐπικρατεῖν
εἴωθεν, οὕτω καὶ οἱ δαίμονες εἰς πολλὴν κακίαν ἐξοκείλαντες
τὰς μεμονωμένας παρ' ὑμῖν ψυχὰς δι' ἀγνοιῶν καὶ φαντασιῶν
ἐξηπατήκασιν. οἳ θνήσκουσι μὲν οὐ •ᾳδίως, σαρκὸς γὰρ ἀμοι-
ροῦσι• ζῶντες δὲ θανάτου πράττουσιν ἐπιτηδεύματα τοσαυτά-
κις καὶ αὐτοὶ θνήσκοντες ὁσάκις ἂν τοὺς ἑπομένους αὐτοῖς
τὰς ἁμαρτίας ἐκπαιδεύσωσιν, ὥσθ' ὅπερ ἐστὶν αὐτοῖς περιττὸν
ἐν τῷ νῦν, μὴ ὁμοίως τοῖς ἀνθρώποις ἀποθνήσκειν, τοῦθ'
ὁπόταν μέλλωσι κολάζεσθαι
πικρὸν αὐτοῖς *** οὐ μεθέ-
ξουσιν ἀιδίου ζωῆς ἀντὶ θανάτου ἐν ἀθανάτῳ μεταλαμβάνοντες.
ὥσπερ δὲ ἡμεῖς, οἷς τὸ θνήσκειν •ᾴδιον ἀποβαίνει νῦν, εἰσαῦθις
ἢ μετὰ ἀπολαύσεως τὸ ἀθάνατον ἢ τὸ λυπηρὸν μετὰ ἀθανα-
σίας προσλαμβάνομεν, οὕτω καὶ οἱ δαίμονες τῇ νῦν ζωῇ πρὸς
τὸ πλημμελεῖν καταχρώμενοι διὰ παντὸς καὶ διὰ τοῦ ζῆν
ἀποθνήσκοντες εἰσαῦθις ἕξουσιν τὴν αὐτὴν ἀθανασίαν ὁμοίαν
τῆς παρ' ὃν ἔζων χρόνον κατὰ μὲν τὴν σύστασιν ὁμοίαν
ἀνθρώποις τοῖς κατὰ γνώμην διαπραξαμένοις ἅπερ αὐτοῖς
παρ' ὃν ἔζων χρόνον νενομοθετήκασι. καὶ μήτι γε τοῖς <μὲν>
ἑπομένοις αὐτοῖς ἐλάττονα τῆς ἁμαρτίας ἐξανθοῦσι τὰ εἴδη
διὰ τὸ μὴ πολυχρονίως βιοῦν, τοῖς δὲ προειρημένοις δαίμοσιν
τὸ πλημμελεῖν μεῖζον ἀποβέβηκεν διὰ τὸ ἄπειρον τῆς βιότητος.
Καὶ χρὴ λοιπὸν ἡμᾶς ὅπερ ἔχοντες ἀπολωλέκαμεν
τοῦτο νῦν ἀναζητεῖν ζευγνύναι τε τὴν ψυχὴν τῷ πνεύματι τῷ
ἁγίῳ καὶ τὴν κατὰ θεὸν συζυγίαν πραγματεύεσθαι. ψυχὴ μὲν
οὖν ἡ τῶν ἀνθρώπων πολυμερής ἐστι καὶ οὐ μονομερής. συν-
θετὴ γάρ ἐστιν ὡς εἶναι φανερὰν αὐτὴν διὰ σώματος• οὔτε γὰρ
ἂν αὐτὴ φανείη ποτὲ χωρὶς σώματος οὔτε ἀνίσταται ἡ σὰρξ
χωρὶς ψυχῆς. ἔστι γὰρ ἄνθρωπος οὐχ, ὥσπερ οἱ κορακόφωνοι
δογματίζουσι, ζῶον λογικὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν• δειχ-
θήσεται γὰρ κατ' αὐτοὺς καὶ τὰ ἄλογα νοῦ καὶ ἐπιστήμης δεκ-
τικά• μόνος δὲ ὁ ἄνθρωπος εἰκὼν καὶ ὁμοίωσις τοῦ θεοῦ, λέγω
δὲ ἄνθρωπον οὐχὶ τὸν ὅμοια τοῖς ζώοις
πράττοντα, ἀλλὰ
τὸν πόρρω μὲν τῆς ἀνθρωπότητος πρὸς αὐτὸν δὲ τὸν θεὸν
κεχωρηκότα. καὶ περὶ μὲν τούτου ἐν τῷ Περὶ ζώων ἀκρι-
βέστερον ἡμῖν συντέτακται, τὸ δὲ νῦν συνέχον •ητέον ποταπή
τίς ἐστιν ἡ κατὰ θεὸν εἰκὼν καὶ ὁμοίωσις. τὸ μὲν ἀσύγκριτον
οὐδέν ἐστιν ἕτερον ἢ αὐτὸ τὸ ὄν, τὸ δὲ συγκρινόμενον οὔτι
ἕτερον ἢ τὸ παρόμοιον. ἄσαρκος μὲν οὖν ὁ τέλειος θεός, ἄν-
θρωπος δὲ σάρξ• δεσμὸς δὲ τῆς σαρκὸς ψυχή, σχετικὴ δὲ τῆς
ψυχῆς ἡ σάρξ. τὸ δὲ τοιοῦτον τῆς συστάσεως εἶδος εἰ μὲν ὡς
ναὸς εἴη, κατοικεῖν ἐν αὐτῷ θεὸς βούλεται διὰ τοῦ πρεσβεύοντος
πνεύματος• τοιούτου δὲ μὴ ὄντος
τοῦ σκηνώματος προὔχει
τῶν θηρίων ὁ ἄνθρωπος κατὰ τὴν ἔναρθρον φωνὴν μόνον, τὰ
δὲ λοιπὰ τῆς αὐτῆς ἐκείνοις διαίτης ἐστίν, οὐκ ὢν ὁμοίωσις τοῦ
θεοῦ. δαίμονες δὲ πάντες σαρκίον μὲν οὐ κέκτηνται, πνευμα-
τικὴ δέ ἐστιν αὐτοῖς ἡ σύμπηξις ὡς πυρὸς καὶ ἀέρος. μόνοις
γοῦν τοῖς πνεύματι θεοῦ φρουρουμένοις εὐσύνοπτα καὶ τὰ τῶν
δαιμόνων ἐστὶ σώματα, τοῖς λοιποῖς δὲ οὐδαμῶς, λέγω δὲ τοῖς
ψυχικοῖς. τὸ γὰρ ἔλαττον κατάληψιν οὐκ ἰσχύει ποιεῖσθαι τοῦ
κρείττονος. διὰ τοῦτο γοῦν ἡ τῶν δαιμόνων ὑπόστασις οὐκ
ἔχει μετανοίας τόπον. τῆς γὰρ ὕλης καὶ πονηρίας εἰσὶν ἀπαυ-
γάσματα, ὕλη δὲ τῆς ψυχῆς κατεξουσιάζειν ἠθέλησεν• καὶ κατὰ
τὸ αὐτεξούσιον
οἱ μὲν θανάτου νόμους τοῖς ἀνθρώποις πα-
ραδεδώκασιν• οἱ δὲ ἄνθρωποι μετὰ τὴν τῆς ἀθανασίας ἀπο-
βολὴν θανάτῳ τῷ διὰ πίστεως τὸν θάνατον νενικήκασιν, καὶ
διὰ μετανοίας κλῆσις αὐτοῖς δεδώρηται κατὰ τὸν εἰπόντα λόγον•
ἐπειδὴ βραχύ τι παρ' ἀγγέλους ἠλαττώθησαν. δυνατὸν δὲ
παντὶ τῷ νενικημένῳ πάλιν νικᾶν, τοῦ θανάτου τὴν σύστασιν
παραιτούμενον• τίς δέ ἐστιν αὕτη, εὐσύνοπτον ἔσται τοῖς βου-
λομένοις ἀνθρώποις τὸ ἀθάνατον.
Δαίμονες δὲ οἱ τοῖς ἀνθρώποις ἐπιτάττοντες οὔκ
εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαί. πῶς γὰρ ἂν γένοιντο δραστικαὶ
καὶ μετὰ τὸ ἀποθανεῖν χωρὶς εἰ μὴ ζῶν μὲν ὁ ἄνθρωπος ἀνόη-
τος καὶ ἀδύνατος γένοιτο, νεκρὸς δὲ γενόμενος λοιπὸν δραστι-
κωτέρας πιστεύοιτο μεταλαμβάνειν δυνάμεως; ἀλλ' οὔτε τοῦθ'
οὕτως ἐστίν, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, καὶ χαλεπὸν οἴεσθαι
τὴν ἀθάνατον ὑπὸ τῶν τοῦ σώματος μερῶν ἐμποδιζομένην
φρονιμωτέραν, ἐπειδὰν ἀπ' αὐτοῦ μεταναστῇ, γίνεσθαι. δαί-
μονες γὰρ τῇ σφῶν κακοηθείᾳ τοῖς ἀνθρώποις ἐμβακχεύοντες,
ποικίλαις καὶ ἐψευσμέναις δραματουργίαις τὰς γνώμας αὐτῶν
παρατρέπουσι κάτω νενευκυίας, ὅπως μεταρσιοῦσθαι πρὸς τὴν
ἐν οὐρανοῖς πορείαν ἐξαδυνατῶσιν. ἀλλ' οὔτε ἡμᾶς τὰ ἐν
κόσμῳ λέληθε, καὶ
ὑμῖν εὐκατάληπτον ἔσται τὸ θεῖον τῆς
ἀπαθανατιζούσης τὰς ψυχὰς *** ὑμῖν προσελθούσης.
Βλέπονται δὲ καὶ ὑπὸ τῶν ψυχικῶν οἱ δαίμονες, ἔσθ' ὅτε
τοῖς ἀνθρώποις ἑαυτοὺς ἐκείνων δεικνύντων, ἵνα τε νομισθῶσιν
εἶναί τινες ἢ καί τι βλάψωσι καθάπερ πολεμίους, φίλοι κακοὶ
τὴν γνώμην ὑπάρχοντες, ἢ τῆς εἰς αὐτοὺς θρησκείας τοῖς ὁμοίοις
αὐτοῖς τὰς ἀφορμὰς παράσχωσιν. εἰ γὰρ δυνατὸν αὐτοῖς, πάν-
τως ἂν καὶ τὸν οὐρανὸν συνάμα τῇ λοιπῇ ποιήσει καθείλκυσαν•
νῦν δὲ τοῦτο μὲν πράττουσιν οὐδαμῶς• ἀδυνατοῦσι γάρ• ὕλῃ
δὲ τῇ κάτω πρὸς τὴν ὁμοίαν αὐτοῖς ὕλην πολεμοῦσιν. τούτους
δὲ νικᾶν ἄν τις θελήσῃ, τὴν ὕλην παραιτησάσθω• θώρακι γὰρ
πνεύματος ἐπουρανίου καθωπλισμένος πᾶν
τὸ ὑπ' αὐτοῦ
περιεχόμενον σῶσαι δυνατὸς ἔσται. εἰσὶν μὲν οὖν καὶ νόσοι
καὶ στάσεις τῆς ἐν ἡμῖν ὕλης• δαίμονες δὲ αὐτοὶ τούτων τὰς
αἰτίας, ἐπειδὰν συμβαίνωσιν, ἑαυτοῖς προσγράφουσιν, ἐπιόντες
ὁπόταν καταλαμβάνῃ κάματος. ἔστι δὲ ὅτε καὶ αὐτοὶ χειμῶνι
τῆς σφῶν ἀβελτερίας κραδαίνουσιν τὴν ἕξιν τοῦ σώματος• οἳ
λόγῳ θεοῦ δυνάμεως πληττόμενοι δεδιότες ἀπίασιν, καὶ ὁ κάμνων
θεραπεύεται.
Περὶ γὰρ τῶν κατὰ τὸν Δημόκριτον ξυμπαθειῶν
τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθ' ὅτι κατὰ τὸν
κοινὸν λόγον Ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν Ἀβδήρων ἄνθρω-
πος; ὥσπερ δὲ ὁ τῇ πόλει τῆς προσηγορίας αἴτιος φίλος ὤν,
ὥς φασιν, Ἡρακλέους ὑπὸ τῶν Διομήδους ἵππων κατεβρώθη,
τρόπῳ τῷ αὐτῷ καὶ ὁ τὸν μάγον Ὀστάνην καυχώμενος ἐν ἡμέρᾳ
συντελείας πυρὸς αἰωνίου βορᾷ παραδοθήσεται. καὶ ὑμεῖς δέ,
τοῦ γέλωτος ἢν μὴ ἀποπαύσησθε, τῶν αὐτῶν ὧνπερ καὶ οἱ
γόητες τιμωριῶν ἀπολαύσετε. διόπερ, ὦ Ἕλληνες, κεκραγότος
ὥσπερ ἀπὸ τοῦ μετεώρου κατακούσατέ μου μηδ' ἐπιτωθάζον-
τες τὴν ὑμετέραν ἀλογιστίαν ἐπὶ τὸν κήρυκα τῆς ἀληθείας με-
τάγετε. πάθος
οὐκ ἔστι δι' ἀντιπαθείας ἀπολλύμενον, οὐδὲ
ὁ μεμηνώς• σκυτίδων ἐξαρτήμασι θεραπεύεται. δαιμόνων εἰσὶν
ἐπιφοιτήσεις• καὶ ὁ νοσῶν καὶ ὁ λέγων ἐρᾶν καὶ ὁ μισῶν καὶ
ὁ βουλόμενος ἀμύνεσθαι τούτους λαμβάνουσιν βοηθούς. τρό-
πος δὲ αὐτοῖς τῆς μηχανῆς οὗτος. ὥσπερ γὰρ οἱ τῶν γραμ-
μάτων χαρακτῆρες στίχοι τε οἱ ἀπ' αὐτῶν οὐ καθ' ἑαυτούς
εἰσι δυνατοὶ σημαίνειν τὸ συνταττόμενον, σημεῖα δὲ τῶν ἐννοιῶν
σφίσιν <αὐτοῖς> ἄνθρωποι δεδημιουργήκασι, παρὰ τὴν ποιὰν
αὐτῶν σύνθεσιν γινώσκοντες ὅπως καὶ ἡ τάξις τῶν γραμμάτων
ἔχειν νενομοθέτηται, παραπλησίως καὶ τῶν •ιζῶν αἱ ποικι-
λίαι νεύρων τε καὶ ὀστέων παραλήψεις οὐκ αὐταὶ καθ' ἑαυτὰς
δραστικαί τινές εἰσι, στοιχείωσις δέ ἐστι τῆς
τῶν δαιμόνων
μοχθηρίας, οἳ πρὸς ἅπερ ἑκάστας αὐτῶν ἰσχύειν ὡρίκασιν, ἐπει-
δὰν παρειλημμένην ὑπὸ τῶν ἀνθρώπων θεάσωνται τὴν δι'
αὐτῶν ὑπηρεσίαν, ὑπολαμβάνοντες σφίσιν αὐτοῖς δουλεύειν
τοὺς ἀνθρώπους ἀπεργάζονται. πῶς δ' ἂν ἀγαθὸν μοιχείαις
ὑπηρετεῖν; πῶς δὲ καὶ σπουδαῖον πρὸς τὸ μισεῖν τινας παριόν-
τας βοηθεῖν; ἢ πῶς ὕλῃ καλὸν προσάπτειν τὴν εἰς τοὺς με-
μηνότας βοήθειαν καὶ μὴ τῷ θεῷ; τέχνῃ γὰρ τῆς θεοσεβείας
τοὺς ἀνθρώπους παρατρέπουσι, πόαις αὐτοὺς καὶ •ίζαις πεί-
θεσθαι παρασκευάζοντες• ὁ δὲ θεός, εἴπερ αὐτὰ πρὸς τὸ ποιεῖν
ἅπερ οἱ ἄνθρωποι βούλονται κατεσκευάκει, πονηρῶν ἂν ἦν
πραγμάτων δημιουργός, ἐπεὶ αὐτὸς μὲν πᾶν τὸ εὖ πως ἔχον
ἐδημιούργησεν, ἡ δὲ τῶν
δαιμόνων ἀσωτία τοῖς ἐν τῷ κό-
σμῳ πρὸς τὸ κακοποιεῖν ἐχρήσατο, καὶ τούτων ἐστὶ τῆς κακίας τὸ
εἶδος καὶ οὐχὶ τοῦ θεοῦ τοῦ τελείου. πῶς γὰρ <ἂν> ζῶν μὲν ἥκιστα
μοχθηρὸς εἴην, νεκροῦ δὲ ὄντος μου λείψανον τὸ ἐν ἐμοὶ μη-
δὲν ἐμοῦ πράττοντος [τὸ] μήτε κινούμενον ἀλλὰ μηδὲ αἰσθα-
νόμενον αἰσθητόν τι ἀπεργάσεται; πῶς δὲ ὁ τεθνεὼς οἰκτίστῳ
θανάτῳ δυνήσεται πρὸς τιμωρίαν τινὸς ἐξυπηρετῆσαι; τοῦτο
γὰρ εἰ οὕτως εἴη, πολλῷ μᾶλλον ἀφ' ἑαυτοῦ τὸν οἰκεῖον ἐχθρὸν
ἀμυνεῖται• δυνάμενος γὰρ καὶ ἄλλοις βοηθεῖν ἔκδικος πολλῷ
μᾶλλον ἑαυτοῦ καταστήσεται.
Φαρμακεία δὲ καὶ πᾶν τὸ ἐν αὐτῇ εἶδος τῆς αὐτῆς
ἐστιν ἐπιτεχνήσεως. εἰ γάρ τις ὑπὸ τῆς ὕλης θεραπεύεται πι-
στεύων αὐτῇ, θεραπευθήσεται μᾶλλον αὐτὸς δυνάμει θεοῦ προ-
σανέχων. ὥσπερ γὰρ τὰ δηλητήρια συνθέσεις εἰσὶν ὑλικαί, τὸν
αὐτὸν τρόπον καὶ τὰ ἰώμενα τῆς αὐτῆς ὑποστάσεώς ἐστιν. εἰ δὲ
τὴν φαυλοτέραν ὕλην παραιτούμεθα, πολλάκις καὶ διὰ τῆς ἐφ' ἕτε-
ρον τῶν κακῶν τινος ἐπιπλοκῆς ἰάσασθαί τινες ἐπιτηδεύουσι
καὶ τοῖς κακοῖς κἂν πρὸς τὸ ἀγαθὸν καταχρήσονται. καθάπερ
δὲ ὁ τῷ λῃστεύοντι συνδειπνήσας, κἂν μὴ λῃστὴς αὐτὸς ᾖ, ἀλλ'
ὅμως διὰ τὸ συνεστιαθῆναι τιμωρίας μεταλαμβάνει, τρόπῳ τῷ
αὐτῷ καὶ ὁ μὴ κακὸς τῷ δὲ φαύλῳ ἀναμιγεὶς
πρὸς τὸ νο-
μιζόμενον καλὸν συγχρησάμενος διὰ τὴν εἰς αὐτὸν κοινωνίαν
ὑπὸ τοῦ κρίνοντος τοῦτον θεοῦ κολασθήσεται. διὰ τί γὰρ ὁ
πιστεύων ὕλης οἰκονομίᾳ πιστεύειν οὐ βούλεται τῷ θεῷ; τίνος
δὲ χάριν οὐ τῷ δυνατωτέρῳ προσέρχῃ δεσπότῃ, θεραπεύεις δὲ
μᾶλλον αὑτὸν ὥσπερ ὁ μὲν κύων διὰ πόας, ὁ δὲ ἔλαφος δι'
ἐχίδνης, ὁ δὲ σῦς διὰ τῶν ἐν ποταμοῖς καρκίνων, ὁ δὲ λέων
διὰ τῶν πιθήκων; τί δέ μοι θεοποιεῖς τὰ ἐν κόσμῳ; τί δὲ
θεραπεύων τὸν πλησίον εὐεργέτης ἀποκαλῇ; λόγου δυνάμει
κατακολούθησον• οὐ θεραπεύουσιν οἱ δαίμονες, τέχνῃ δὲ τοὺς
ἀνθρώπους αἰχμαλωτεύουσι• καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος
ὀρθῶς ἐξεφώνησεν ἐοικέναι τοὺς προειρημένους
λῃσταῖς.
ὥσπερ γὰρ ἐκείνοις ἔθος ἐστὶ ζωγρεῖν τινας, εἶτα τοὺς αὐτοὺς
μισθοῦ τοῖς οἰκείοις ἀποκαθιστᾶν, οὕτω καὶ οἱ νομιζόμενοι θεοὶ
τοῖς τινων ἐπιφοιτῶντες μέλεσιν, ἔπειτα δι' ὀνείρων τὴν εἰς
αὑτοὺς πραγματευόμενοι δόξαν δημοσίᾳ τε τοὺς τοιούτους προϊ-
έναι κελεύσαντες πάντων ὁρώντων, ἐπειδὰν τῶν ἐγκωμίων
ἀπολαύσωσιν, ἀποπτάμενοι τῶν καμνόντων, ἣν ἐπραγματεύσαντο
νόσον περιγράφοντες, τοὺς ἀνθρώπους εἰς τὸ ἀρχαῖον ἀποκα-
θιστῶσιν.
Ὑμεῖς δὲ τούτων οὐκ ἔχοντες τὴν κατάληψιν παρ'
ἡμῶν τῶν εἰδότων ἐκπαιδεύεσθε, *** λέγοντες θανάτου κατα-
φρονεῖν καὶ τὴν αὐτάρκειαν ἀσκεῖν. οἱ γὰρ παρ' ὑμῖν φιλόσοφοι
τοσοῦτον ἀποδέουσι τῆς ἀσκήσεως ὥστε παρὰ τοῦ Ῥωμαίων
βασιλέως ἐτησίους χρυσοῦς ἑξακοσίους λαμβάνειν τινὰς εἰς οὐδὲν
χρήσιμον <ἢ> ὅπως μηδὲ τὸ γένειον δωρεὰν καθειμένον αὑτῶν
ἔχωσιν. Κρίσκης γοῦν ὁ ἐννεοττεύσας τῇ μεγάλῃ πόλει παι-
δεραστίᾳ μὲν πάντας ὑπερήνεγκεν, φιλαργυρίᾳ δὲ πάνυ προσεχὴς
ἦν. θανάτου δὲ ὁ καταφρονῶν οὕτως αὐτὸς ἐδεδίει τὸν
θάνατον ὡς καὶ Ἰουστῖνον καθάπερ καὶ ἐμὲ ὡς κακῷ τῷ θα-
νάτῳ περιβαλεῖν πραγματεύσασθαι, διότι κηρύττων τὴν ἀλή-
θειαν λίχνους καὶ ἀπατεῶνας τοὺς φιλοσόφους συνήλεγχεν.
τίνας δ'
ἂν καὶ ἔδει διῶξαι τὸν φιλόσοφον εἰ μὴ μόνους
ὑμᾶς; ὅθεν εἴ φατε μὴ δεῖν δεδιέναι τὸν θάνατον, κοινωνοῦντες
ἡμῶν τοῖς δόγμασι μὴ διὰ τὴν ἀνθρωπίνην δοξομανίαν, ὡς
Ἀνάξαρχος, ἀποθνήσκετε, χάριν δὲ τῆς τοῦ θεοῦ γνώσεως τοῦ
θανάτου καταφρονηταὶ γίνεσθε. κόσμου μὲν γὰρ ἡ κατασκευὴ
καλή, τὸ δὲ ἐν αὐτῷ πολίτευμα φαῦλον• καὶ καθάπερ ἐν πανη-
γύρει θεατροκοπουμένους ἔνεστιν ἰδεῖν τοὺς οὐκ εἰδότας τὸν
θεόν. τί γάρ ἐστι μαντική; τί δὲ ὑπ' αὐτῆς πεπλάνησθε; τῶν
ἐν κόσμῳ πλεονεξιῶν ἐστί σοι διάκονος. πολεμεῖν θέλεις καὶ
τῶν φόνων λαμβάνεις σύμβουλον τὸν Ἀπόλλω• κόρην ἁρπάσαι
θέλεις καὶ τὸ δαιμόνιόν σοι συναγωνίσασθαι προαιρῇ• νοσεῖς
διὰ
σεαυτὸν καί, ὥσπερ Ἀγαμέμνων δέκα συμφράδμονας,
εἶναι θέλεις μετὰ σεαυτοῦ θεούς. πιοῦσά τις ὕδωρ μαίνεται
καὶ διὰ λιβάνων ἔκφρων γίνεται, καὶ σὺ τὴν τοιαύτην μαντεύ-
εσθαι λέγεις. προγνώστης ὑπῆρχεν ὁ Ἀπόλλων καὶ τῶν μαν-
τευομένων διδάσκαλος• ἐπὶ τῆς Δάφνης ἑαυτὸν ἐψεύσατο. δρῦς,
εἰπέ μοι, μαντεύεται καὶ πάλιν ὄρνιθες προαγορεύουσι, σὺ δὲ
τῶν ζώων καὶ φυτῶν ἐλάττων ὑπάρχεις; καλὸν ἄρα σοι γενέσθαι
ξύλῳ μαντικῷ καὶ τῶν ἀεροφοίτων τὴν πτῆσιν λαμβάνειν. ὁ
ποιῶν σε φιλάργυρον, οὗτος καὶ περὶ τοῦ πλουτεῖν σοι μαν-
τεύεται• στάσεις καὶ μάχας ὁ ἐγείρων καὶ περὶ τῆς ἐν πολέμῳ
νίκης προαγορεύει. τῶν παθῶν ἂν ὑπάρχῃς ἀνώτερος, τῶν ἐν
τῷ κόσμῳ πάντων
καταφρονήσεις. τοιούτους ἡμᾶς ὄντας
μὴ ἀποστυγήσητε, ἀλλὰ παραιτησάμενοι τοὺς δαίμονας θεῷ τῷ
μόνῳ κατακολουθήσατε. πάντα ὑπ' αὐτοῦ καὶ χωρὶς αὐτοῦ γέ-
γονεν οὐδὲ ἕν. εἰ δὲ ἔστιν ἐν τοῖς φυομένοις δηλητήριον, τοῦτο
διὰ τὸ ἐνάμαρτον ἡμῶν ἐπισυμβέβηκεν. ἔχω δεικνύειν τὴν
τούτων οἰκονομίαν• ὑμεῖς κατακούσατε, καὶ ὁ πιστεύων ἐπι-
γνώσεται.
Κἂν θεραπεύησθε φαρμάκοις (κατὰ συγγνώμην
ἐπιτρέπω σοι), τὴν μαρτυρίαν προσάπτειν σε δεῖ τῷ θεῷ.
κόσμος γὰρ ἡμᾶς ἔτι καθέλκει, καὶ δι' ἀτονίαν τὴν ὕλην ἐπι-
ζητῶ. πτέρωσις γὰρ ἡ τῆς ψυχῆς πνεῦμα τὸ τέλειον, ὅπερ
ἀπορρίψασα διὰ τὴν ἁμαρτίαν ἔπτηξεν ὥσπερ νεοσσὸς καὶ
χαμαιπετὴς ἐγένετο, μεταβᾶσα δὲ τῆς οὐρανίου συνουσίας τῶν
ἐλαττόνων μετουσίαν ἐπεπόθησεν. μετῳκίσθησαν <γὰρ> οἱ δαί-
μονες, ἐξωρίσθησαν δὲ οἱ πρωτόπλαστοι• καὶ οἱ μὲν ἀπ' οὐ-
ρανοῦ κατεβλήθησαν, οἱ δὲ ἀπὸ γῆς μὲν ἀλλ' οὐκ ἐκ ταύτης,
κρείττονος δὲ τῆς ἐνταυθοῖ διακοσμήσεως. καὶ χρὴ λοιπὸν ἡμᾶς
ἐπιποθήσαντας τὸ ἀρχαῖον παραιτήσασθαι πᾶν τὸ ἐμποδὼν
γινόμενον. οὐκ ἔστι γὰρ ἄπειρος ὁ οὐρανός, ὦ
ἄνθρωπε,
πεπερασμένος δὲ καὶ ἐν τέρματι• τὰ δὲ ὑπὲρ τοῦτον αἰῶνες οἱ
κρείττονες οὐ μεταβολὴν ὡρῶν ἔχοντες, δι' ὧν ποικίλαι νόσοι
καθίστανται, πάσης δὲ εὐκρασίας μετειληφότες ἡμέραν ἔχουσι
διαμένουσαν καὶ φέγγος τοῖς ἐντεῦθεν ἀνθρώποις ἀπρόσιτον.
οἱ μὲν οὖν τὰς γεωγραφίας ἐκπονέσαντες, μέχρις ἦν δυνατὸν
ἀνθρώπῳ, τῶν χωρίων• τὴν ἀναγραφὴν ἐποιήσαντο, τὰ δ' ἐπέ-
κεινα λέγειν οὐκ ἔχοντες διὰ τὸ ἀδύνατον τῆς θεωρίας ἀμπώτεις
ᾐτιάσαντο καὶ θαλασσῶν τὴν μὲν πρασώδη, τὴν δὲ πηλώδη,
τόπων δὲ τῶν μὲν τὸ ἔκπυρον, τῶν δὲ τὸ ψυχρὸν καὶ [δια]πε-
πηγός. ἡμεῖς δὲ τὰ ὑφ' ἡμῶν ἀγνοούμενα διὰ προφητῶν με-
μαθήκαμεν, οἵτινες ἅμα τῇ ψυχῇ πεπεισμένοι ὅτι πνεῦμα τὸ
οὐράνιον ἐπένδυμα τῆς θνητότητος τὴν ἀθανασίαν κεκτή-
σεται τὰ ὅσα μὴ ἐγίνωσκον αἱ λοιπαὶ ψυχαί, προὔλεγον. δυνα-
τὸν δὲ παντὶ γυμνητεύοντι κτήσασθαι τὸ ἐπικόσμημα καὶ πρὸς
τὴν συγγένειαν τὴν ἀρχαίαν ἀναδραμεῖν.
Oὐ γὰρ μωραίνομεν, ἄνδρες Ἕλληνες, οὐδὲ λήρους
ἀπαγγέλλομεν, θεὸν ἐν ἀνθρώπου μορφῇ γεγονέναι καταγγέλ-
λοντες. οἱ λοιδοροῦντες ἡμᾶς συγκρίνατε τοὺς μύθους ὑμῶν
τοῖς ἡμετέροις διηγήμασιν. Δηίφοβος, ὥς φασιν, ἦν ἡ Ἀθηνᾶ
διὰ τὸν Ἕκτορα, καὶ χάριν Ἀδμήτου Φοῖβος ὁ ἀκερσεκόμης τὰς
εἰλίποδας βοῦς ἐποίμαινε, καὶ πρεσβῦτις ἀφικνεῖται πρὸς τὴν
Σεμέλην ἡ τοῦ Διὸς γαμετή. τοιαῦτα δὲ μελετῶντες πῶς ἡμᾶς
διαγελᾶτε; τέθνηκεν ὑμῶν ὁ Ἀσκληπιός, καὶ ὁ τὰς πεντήκοντα
παρθένους μιᾷ νυκτὶ Θεσπιᾶσι διακορεύσας πυρὸς ἑαυτὸν παρα-
δοὺς βορᾷ οἴχεται. Προμηθεὺς τῷ Καυκάσῳ προσαρτηθεὶς
τιμωρίαν χάριν τῆς εἰς ἀνθρώπους εὐεργεσίας ὑπήνεγκε. φθο-
νερὸς ὁ Ζεὺς καθ' ὑμᾶς καὶ κρύπτει *** τὸν ὄνειρον τοὺς
ἀνθρώπους βουλόμενος
ἀπόλλυσθαι. διόπερ ἀποβλέψαντες
πρὸς τὰ οἰκεῖα *** ἀπομνημονεύματα κἂν ὡς ὁμοίως μυθο-
λογοῦντας ἡμᾶς ἀποδέξασθε. καὶ ἡμεῖς μὲν οὐκ ἀφραίνομεν,
φλήναφα δὲ τὰ ὑμέτερα. γένεσιν ἂν λέγητε θεῶν, καὶ θνητοὺς
αὐτοὺς ἀποφανεῖσθε. διὰ τί γὰρ οὐ κυεῖ νῦν ἡ Ἥρα; πότερον
γεγήρακεν ἢ τοῦ μηνύσοντος ὑμῖν ἀπορεῖ; πείσθητέ μοι νῦν,
ὦ ἄνδρες Ἕλληνες, μηδὲ τοὺς μύθους μηδὲ τοὺς θεοὺς ὑμῶν
ἀλληγορήσητε• κἂν γὰρ τοῦτο πράττειν ἐπιχειρήσητε, θεότης ἡ
καθ' ὑμᾶς ἀνῄρηται καὶ ὑφ' ἡμῶν καὶ ὑφ' ὑμῶν. ἢ γὰρ
τοιοῦτοι παρ' ὑμῖν ὄντες οἱ δαίμονες ὁποῖοι καὶ λέγονται, φαῦλοι
τὸν τρόπον εἰσίν, ἢ μεταγόμενοι πρὸς τὸ φυσικώτερον οὔκ
εἰσιν οἷοι καὶ λέγονται.
σέβειν δὲ τῶν στοιχείων τὴν ὑπό-
στασιν οὔτ' ἂν πεισθείην οὔτ' ἂν πείσαιμι τὸν πλησίον. καὶ
Μητρόδωρος δὲ ὁ Λαμψακηνὸς ἐν τῷ Περὶ Ὁμήρου λίαν εὐήθως
διείλεκται, πάντα εἰς ἀλληγορίαν μετάγων. οὔτε γὰρ Ἥραν οὔτε
Ἀθηνᾶν οὔτε Δία τοῦτ' εἶναί φησιν ὅπερ οἱ τοὺς περιβόλους
αὐτοῖς καὶ τεμένη καθιδρύσαντες νομίζουσιν, φύσεως δὲ ὑπο-
στάσεις καὶ στοιχείων διακοσμήσεις. καὶ τὸν Ἕκτορα δὲ καὶ τὸν
Ἀχιλλέα δηλαδὴ καὶ τὸν Ἀγαμέμνονα καὶ πάντας ἁπαξαπλῶς
Ἕλληνάς τε καὶ βαρβάρους σὺν τῇ Ἑλένῃ καὶ τῷ Πάριδι τῆς
αὐτῆς φύσεως ὑπάρχοντας χάριν οἰκονομίας ἐρεῖτε παρεισῆχθαι
οὐδενὸς ὄντος τῶν προειρημένων ἀνθρώπων. ταῦτα δὲ ἡμεῖς
προετείναμεν ὥσπερ ἐπὶ ὑποθέσεως•
τὴν γὰρ ἡμετέραν περὶ
τοῦ θεοῦ κατάληψιν οὐδὲ συγκρίνειν ὅσιον τοῖς εἰς ὕλην καὶ
βόρβορον κυλινδουμένοις.
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:47 am

Oἷα γάρ ἐστιν ὑμῶν καὶ τὰ διδάγματα; τίς οὐκ
ἂν χλευάσειε τὰς δημοτελεῖς ὑμῶν πανηγύρεις, αἳ προφάσει
πονηρῶν ἐπιτελούμεναι δαιμόνων εἰς ἀδοξίαν τοὺς ἀνθρώπους
περιτρέπουσιν; εἶδόν τινα πολλάκις, καὶ ἰδὼν ἐθαύμασα καὶ
μετὰ τὸ θαυμάσαι κατεφρόνησα πῶς ἔσωθεν μέν ἐστιν ἄλλος,
ἔξωθεν δὲ ὅπερ οὐκ ἔστι ψεύδεται, <τὸν> ἁβρυνόμενον σφόδρα
καὶ παντοίως διακλώμενον καὶ τοῦτο μὲν τοῖς ὀφθαλμοῖς μαρ-
μαρύσσοντα, τοῦτο δὲ καὶ τὼ χεῖρε λυγιζόμενον καὶ διὰ πηλίνης
ὄψεως δαιμονῶντα καὶ ποτὲ μὲν ὡς Ἀφροδίτην, ποτὲ δὲ ὡς
Ἀπόλλωνα γινόμενον, ἕνα κατήγορον πάντων τῶν θεῶν, δεισι-
δαιμονίας ἐπιτομήν, διάβολον ἡρωϊκῶν πράξεων, φόνων ὑπο-
κριτήν, μοιχείας ὑπομνηματιστήν, θησαυρὸν μανίας, κιναίδων
παιδευτήν, καταδικαζομένων ἀφορμὴν
καὶ τὸν τοιοῦτον ὑπὸ
πάντων ἐπαινούμενον. ἐγὼ δὲ αὐτὸν παρῃτησάμην πάντα ψευ-
δόμενον καὶ τὴν ἀθεότητα καὶ τὰ ἐπιτηδεύματα καὶ τὸν ἄν-
θρωπον. ὑμεῖς δὲ ὑπὸ τούτων συλαγωγεῖσθε καὶ τοὺς μὴ κοι-
νωνοῦντας ὑμῶν ταῖς πραγματείαις λοιδορεῖτε. κεχηνέναι πολλῶν
δόντων οὐ θέλω καὶ τῷ νεύοντι καὶ κινουμένῳ παρὰ φύσιν
οὐ βούλομαι συνδιατίθεσθαι. τί θαυμαστὸν οὐ παρ' ὑμῖν ἐξηυ-
ρημένον διαπράττεται; •ιναυλοῦσι μὲν γὰρ καὶ λαλοῦσι τὰ
αἰσχρά, κινοῦνται δὲ κινήσεις ἃς οὐκ ἐχρῆν, καὶ τοὺς ὅπως δεῖ
μοιχεύειν ἐπὶ τῆς σκηνῆς σοφιστεύοντας αἱ θυγατέρες ὑμῶν καὶ
οἱ παῖδες θεωροῦσι. καλὰ παρ' ὑμῖν τὰ ἀκροατήρια κηρύττοντα
πάνθ' ἅπερ ἐν νυκτὶ μοχθηρῶς πραγματεύεται καὶ τέρποντα
τοὺς
ἀκροατὰς αἰσχρῶν λόγων ἐκφωνήμασιν. καλοὶ δέ εἰσιν
ὑμῶν καὶ οἱ ποιηταί, ψευδολόγοι καὶ διὰ σχημάτων ἐξαπατῶντες
τοὺς ἀκροωμένους.
Eἶδον ἀνθρώπους ὑπὸ τῆς σωμασκίας βεβαρημένους
καὶ φορτίον τῶν ἐν αὑτοῖς κρεῶν περιφέροντας, οἷς ἔπαθλα
καὶ στέφανοι πρόκεινται προκαλουμένων αὐτοὺς τῶν ἀγωνοθε-
τῶν οὐκ ἐπ' ἀνδραγαθίᾳ, ὕβρεως δὲ καὶ στάσεως φιλονεικίᾳ,
καὶ τὸν μᾶλλον πλήκτην στεφανούμενον. καὶ ταῦτα μέν ἐστι
τῶν κακῶν τὰ ἐλάττονα• τὰ δὲ μείζονα τίς οὐκ ἂν ἐξειπεῖν
ὀκνήσειεν; ἀργίαν τινὲς ἐπανῃρημένοι διὰ τὴν ἀσωτίαν ἑαυτοὺς
εἰς τὸ φονευθῆναι πιπράσκουσιν• καὶ πωλεῖ μὲν ἑαυτὸν ὁ πει-
νῶν, ὁ δὲ πλουτῶν ὠνεῖται τοὺς φονεύσοντας. καὶ τούτοις οἱ
μαρτυροῦντες καθίζονται, μονομαχοῦσί τε οἱ πυκτεύοντες περὶ
οὐδενός, καὶ ὁ βοηθήσων οὐ κάτεισιν. ἆρά γε τὰ τοιαῦτα ὑφ'
ὑμῶν καλῶς ἐπιτελεῖται; τὸ μὲν
γὰρ στρατόπεδον τῶν μιαι-
φονούντων ὁ προὔχων ἐν ὑμῖν συναγείρει λῃστοτροφεῖν ἐπαγ-
γελλόμενος, οἱ δὲ λῃστεύοντες ἀπ' αὐτοῦ προΐασιν, καὶ πάντες
ἐπὶ τὴν θέαν σύνιτε κριταὶ γινόμενοι τοῦτο μὲν πονηρίας
ἀγωνοθέτου, τοῦτο δὲ καὶ αὐτῶν τῶν μονομαχούντων. ὁ δὲ τῷ
φόνῳ μὴ περιτυχὼν λυπεῖται, διότι μὴ κατεκρίθη πονηρῶν καὶ
μιαρῶν ἔργων θεατὴς γενέσθαι. θύετε ζῶα διὰ τὴν κρεωφαγίαν
καὶ ἀνθρώπους ὠνεῖσθε τῇ ψυχῇ [διὰ] τὴν ἀνθρωποσφαγίαν
παρεχόμενοι, τρέφοντες αὐτὴν αἱματεκχυσίαις ἀθεωτάταις. ὁ
μὲν οὖν λῃστεύων φονεύει χάριν τοῦ λαβεῖν, ὁ δὲ πλουτῶν
μονομάχους ὠνεῖται χάριν τοῦ φονεῦσαι.
Τί μοι συμβάλλεται πρὸς ὠφέλειαν ὁ κατὰ τὸν Eὐ-
ριπίδην μαινόμενος καὶ τὴν Ἀλκμαίωνος μητροκτονίαν ἀπαγ-
γέλλων, ᾧ μηδὲ τὸ οἰκεῖον πρόσεστι σχῆμα, κέχηνεν δὲ μέγα
καὶ ξίφος περιφέρει καὶ κεκραγὼς πίμπραται καὶ φορεῖ στολὴν
ἀπάνθρωπον; ἐρρέτω καὶ τὰ Ἡγησίου μυθολογήματα καὶ Μέ-
νανδρος τῆς ἐκείνου γλώττης ὁ στιχοποιός. τί μοι καὶ τεθη-
πέναι τὸν Πυθικὸν αὐλητήν; τί δέ μοι καὶ κατὰ Ἀριστόξενον
τὸν Θηβαῖον Ἀντιγενίδην πολυπραγμονεῖν; παραχωροῦμεν ὑμῖν
τὰ μὴ ὠφέλιμα• καὶ ὑμεῖς ἢ πείσθητε τοῖς δόγμασιν ὑμῶν ἢ
κατὰ τὸ ὅμοιον τῶν ὑμετέρων ἡμῖν ἐκχωρήσατε.
Τί μέγα καὶ θαυμαστὸν οἱ παρ' ὑμῖν ἐργάζονται
φιλόσοφοι; θατέρου γὰρ τῶν ὤμων ἐξαμελοῦσι κόμην <τε>
ἐπιειμένοι πολλὴν πωγωνοτροφοῦσιν ὄνυχας θηρίων περιφέ-
ροντες καὶ λέγοντες μὲν δεῖσθαι μηδενός, κατὰ δὲ τὸν Πρωτέα
σκυτοδέψου μὲν χρῄζοντες διὰ τὴν πήραν, ὑφάντου δὲ διὰ τὸ
ἱμάτιον καὶ διὰ τὸ ξύλον δρυοτόμου, διὰ δὲ τὴν γαστριμαργίαν
τῶν πλουτούντων καὶ ὀψοποιοῦ. ὁ ζηλῶν ἄνθρωπε τὸν κύνα,
τὸν θεὸν οὐκ οἶδας καὶ ἐπὶ τὴν ἀλόγων μίμησιν μεταβέβηκας•
ὁ δὲ κεκραγὼς δημοσίᾳ μετ' ἀξιοπιστίας ἔκδικος γίνῃ σαυτοῦ,
κἂν μὴ λάβῃς, λοιδορεῖς, καὶ γίνεταί σοι τέχνη τοῦ πορίζειν τὸ
φιλοσοφεῖν. τοῖς Πλάτωνος ἕπῃ δόγμασι, καὶ ὁ κατ' Ἐπίκουρον
σοφιστεύων
διαπρύσιος ἀνθίσταταί σοι• πάλιν τε εἶναι θέλεις
κατὰ τὸν Ἀριστοτέλην, καί τις κατὰ τὸν Δημόκριτον λοιδο-
ρεῖταί σοι. Πυθαγόρας Eὔφορβος γεγονέναι φησὶ καὶ τοῦ
Φερεκύδους δόγματος κληρονόμος ἐστίν• ὁ δὲ Ἀριστοτέλης
τῆς ψυχῆς διαβάλλει τὴν ἀθανασίαν. στασιώδεις δὲ ἔχοντες
τῶν δογμάτων τὰς διαδοχὰς ἀσύμφωνοι πρὸς τοὺς συμφώνους
ἑαυτοῖς διαμάχεσθε. σῶμά τις εἶναι λέγει τὸν τέλειον θεόν,
ἐγὼ δὲ ἀσώματον• ἄλυτον εἶναι τὸν κόσμον, ἐγὼ δὲ λυόμενον•
ἐκπύρωσιν ἀποβαίνειν κατὰ καιρούς, ἐγὼ δὲ εἰσάπαξ• κριτὰς
εἶναι Μίνω καὶ Ῥαδάμανθυν, ἐγὼ δὲ αὐτὸν τὸν θεόν• ἀπαθα-
νατίζεσθαι μόνην τὴν ψυχήν, ἐγὼ δὲ καὶ τὸ σὺν αὐτῇ σαρκίον.
Τί βλάπτομεν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες; τί δὲ τοὺς
λόγῳ
θεοῦ κατακολουθοῦντας καθάπερ μιαρωτάτους μεμισήκατε; παρ'
ἡμῖν οὐκ ἔστιν ἀνθρωποφαγία• ψευδομάρτυρες οἱ πεπαιδευμένοι
γεγόνατε• παρ' ὑμῖν δὲ Πέλοψ δεῖπνον τῶν θεῶν γίνεται κἂν
Ποσειδῶνος ἐρώμενος, καὶ Κρόνος τοὺς υἱοὺς ἀναλίσκει, καὶ ὁ
Ζεὺς τὴν Μῆτιν καταπίνει.
Παύσασθε λόγους ἀλλοτρίους θριαμβεύοντες καὶ
ὥσπερ ὁ κολοιὸς οὐκ ἰδίοις ἐπικοσμούμενοι πτεροῖς. ἑκάστη
πόλις ἐὰν ἀφέληται τὴν ἰδίαν αὐτῆς ἀφ' ὑμῶν λέξιν, ἐξαδυνα-
τήσουσιν ὑμῖν τὰ σοφίσματα. ζητοῦντες τίς ὁ θεός, τίνα τὰ
ἐν ὑμῖν, ἀγνοεῖτε• κεχηνότες δὲ εἰς τὸν οὐρανὸν κατὰ βαρά-
θρων πίπτετε. λαβυρίνθοις ἐοίκασιν ὑμῶν τῶν βιβλίων αἱ
ἀναθέσεις, οἱ δὲ ἀναγινώσκοντες τῷ πίθῳ τῶν Δαναΐδων. τί
μοι μερίζετε τὸν χρόνον, λέγοντες τὸ μέν τι εἶναι παρῳχηκὸς
αὐτοῦ, τὸ δὲ ἐνεστός, τὸ δὲ μέλλον; πῶς γὰρ δύναται παρελ-
θεῖν ὁ μέλλων, εἰ ἔστιν ὁ ἐνεστώς; ὥσπερ δὲ οἱ ἐμπλέοντες
τῆς νεὼς φερομένης οἴονται διὰ τὴν ἀμαθίαν ὅτι τὰ ὄρη τρέ-
χουσιν,
οὕτω καὶ ὑμεῖς οὐ γινώσκετε παρατρέχοντας μὲν
ὑμᾶς, ἑστῶτα δὲ τὸν αἰῶνα, μέχρις ἂν αὐτὸν ὁ ποιήσας εἶναι
θελήσῃ. διὰ τί γὰρ ἐγκαλοῦμαι λέγων τὰ ἐμά, τὰ δέ μου
πάντα καταλύειν σπεύδετε; μὴ γὰρ οὐχ ὑμεῖς κατὰ τὸν ὅμοιον
τρόπον ἡμῖν γεγένησθε, τῆς αὐτῆς τοῦ κόσμου διοικήσεως
μετειληφότες; τί φάσκετε σοφίαν εἶναι παρ' ὑμῖν μόνοις, οὐκ
ἔχοντες ἄλλον ἥλιον οὐδὲ ἀστέρων ἐπιφοιτήσεις καὶ γένεσιν
διαφορωτέραν θάνατόν τε παρὰ τοὺς ἄλλους ἀνθρώπους ἐξαί-
ρετον; ἀρχὴ τῆς φλυαρίας ὑμῖν γεγόνασιν οἱ γραμματικοί, καὶ
οἱ μερίζοντες τὴν σοφίαν τῆς κατὰ ἀλήθειαν σοφίας ἀπετμήθητε,
τὰ δὲ ὀνόματα τῶν μερῶν ἀνθρώποις προσενείματε• καὶ τὸν
μὲν
θεὸν ἀγνοεῖτε, πολεμοῦντες δὲ ἑαυτοῖς ἀλλήλους καθαι-
ρεῖτε. καὶ διὰ τοῦτο πάντες οὐδέν ἐστε, σφετερίζοντες μὲν τοὺς
λόγους, διαλεγόμενοι δὲ καθάπερ τυφλὸς κωφῷ. τί κατέχετε
σκεύη τεκτονικὰ τεκταίνειν μὴ γινώσκοντες; τί λόγους ἐπαναι-
ρεῖσθε τῶν ἔργων μακρὰν ἀφεστῶτες; φυσώμενοι μὲν διὰ δόξης,
ἐν δὲ ταῖς συμφοραῖς ταπεινούμενοι παρὰ λόγον καταχρᾶσθε
τοῖς σχήμασι• δημοσίᾳ μὲν γὰρ πομπεύετε, τοὺς δὲ λόγους ἐπὶ
τὰς γωνίας ἀποκρύπτετε. τοιούτους ὑμᾶς ἐπιγνόντες καταλελοί-
παμεν καὶ τῶν ὑμετέρων οὐκέτι ψαύομεν, θεοῦ δὲ λόγῳ κατα-
κολουθοῦμεν. τί γάρ, ἄνθρωπε, τῶν γραμμάτων ἐξαρτύεις τὸν
πόλεμον; τί δὲ ὡς ἐν πυγμῇ συγκρούεις τὰς ἐκφωνήσεις αὐτῶν
διὰ τὸν Ἀθηναίων ψελλισμόν, δέον σε λαλεῖν φυσικώτερον;
εἰ
γὰρ Ἀττικίζεις οὐκ ὢν Ἀθηναῖος, λέγε μοι τοῦ μὴ Δωρί-
ζειν τὴν αἰτίαν• πῶς τὸ μὲν εἶναί σοι δοκεῖ βαρβαρικώτερον,
τὸ δὲ πρὸς τὴν ὁμιλίαν ἱλαρώτερον;
Eἰ δὲ σὺ τῆς ἐκείνων ἀντέχῃ παιδείας, τί μοι δόξας
αἱρουμένῳ δογμάτων ὧν θέλω διαμάχῃ; πῶς γὰρ οὐκ ἄτοπον
τὸν μὲν λῃστὴν διὰ τὸ ἐπικατηγορούμενον ὄνομα μὴ κολάζειν
πρὶν ἢ τἀληθὲς ἐπ' ἀκριβείᾳ καταμανθάνειν, ἡμᾶς δὲ προλήμματι
λοιδορίας ἀνεξετάστως μεμισηκέναι; Διαγόρας Ἀθηναῖος ἦν,
ἀλλὰ τοῦτον ἐξορχησάμενον τὰ παρ' Ἀθηναίοις μυστήρια τετι-
μωρήκατε καὶ τοῖς Φρυγίοις αὐτοῦ λόγοις ἐντυγχάνοντες ἡμᾶς
μεμισήκατε. Λέοντος κεκτημένοι τὰ ὑπομνήματα πρὸς τοὺς ἀφ'
ἡμῶν ἐλέγχους δυσχεραίνετε• καὶ τὰς περὶ τῶν κατ' Aἴγυπτον
θεῶν δόξας Ἀπίωνος ἔχοντες παρ' ἑαυτοῖς ὡς ἀθεωτάτους ἡμᾶς
ἐκκηρύσσετε. τάφος τοῦ Ὀλυμπίου Διὸς καθ' ὑμᾶς δείκνυται κἂν
ψεύδεσθαί τις τοὺς Κρῆτας λέγῃ. τῶν πολλῶν
θεῶν ἡ
ὁμήγυρις οὐδέν ἐστιν• κἂν ὁ καταφρονῶν αὐτῶν Ἐπίκουρος
δᾳδουχῇ, τοὺς ἄρχοντας οὐδὲν πλέον <σέβω> τοῦ θεοῦ• κατά-
ληψιν ἣν ἔχω περὶ τῶν ὅλων, ταύτην οὐκ ἀποκρύπτομαι. τί
μοι συμβουλεύεις ψεύσασθαι τὴν πολιτείαν; τί δὲ λέγων θα-
νάτου καταφρονεῖν, διὰ τέχνης φεύγειν αὐτὸν καταγγέλλεις;
ἐγὼ μὲν οὐκ ἔχω καρδίαν ἐλάφου• τὰ δὲ τῶν ὑμετέρων λόγων
ἐπιτηδεύματα κατὰ τὸν ἀμετροεπῆ Θερσίτην γίνεται. πῶς πεισθή-
σομαι τῷ λέγοντι μύδρον τὸν ἥλιον καὶ τὴν σελήνην γῆν; τὰ
γὰρ τοιαῦτα λόγων ἐστὶν ἅμιλλα καὶ οὐκ ἀληθείας διακόσμησις.
ἢ πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ
καθ' Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν κατεληλυθέναι τε
ἀπ'
αὐτῆς λέοντα τὸν ὑφ' Ἡρακλέους φονευθέντα; τί δ' ἂν
ὠφελήσειε λέξις Ἀττικὴ καὶ φιλοσόφων σωρεία καὶ συλλογισμῶν
πιθανότητες καὶ μέτρα γῆς καὶ ἄστρων θέσεις καὶ ἡλίου δρόμοι;
τὸ γὰρ περὶ τοιαύτην ἀσχολεῖσθαι ζήτησιν νομοθετοῦντός ἐστιν
ἔργον ἑαυτῷ τὰ δόγματα.
Διὰ τοῦτο καὶ τῆς παρ' ὑμῖν κατέγνων νομοθεσίας.
μίαν μὲν γὰρ ἐχρῆν εἶναι καὶ κοινὴν ἁπάντων τὴν πολιτείαν• νυνὶ
δὲ ὅσα γένη πόλεων, τοσαῦται καὶ τῶν νόμων θέσεις ὡς εἶναι
τὰ παρ' ἐνίοις αἰσχρὰ παρά τισι σπουδαῖα. νομίζουσιν γοῦν
Ἕλληνες φευκτὸν εἶναι τὸ συγγενέσθαι μητρί, κάλλιστον δὲ τὸ
τοιοῦτόν ἐστιν ἐπιτήδευμα παρὰ τοῖς Περσῶν μάγοις• καὶ παι-
δεραστία μὲν ὑπὸ βαρβάρων διώκεται, προνομίας δὲ ὑπὸ Ῥω-
μαίων ἠξίωται, παίδων ἀγέλας ὥσπερ ἵππων φορβάδων συνα-
γείρειν αὐτῶν πειρωμένων.
Ταῦτ' οὖν ἰδών, ἔτι δὲ καὶ μυστηρίων μεταλαβὼν
καὶ τὰς παρὰ πᾶσι θρησκείας δοκιμάσας διὰ θηλυδριῶν καὶ
ἀνδρογύνων συνισταμένας, εὑρὼν δὲ παρὰ μὲν Ῥωμαίοις τὸν
κατ' αὐτοὺς Λατιάριον Δία λύθροις ἀνθρώπων καὶ τοῖς ἀπὸ
τῶν ἀνδροκτασιῶν αἵμασι τερπόμενον, Ἄρτεμιν δὲ οὐ μακρὰν
τῆς μεγάλης πόλεως τῶν αὐτῶν πράξεων ἐπανῃρημένην τὸ εἶδος
ἄλλον τε ἀλλαχῆ δαίμονα κακοπραγίας ἐπαναστάσεις πραγμα-
τευόμενον, κατ' ἐμαυτὸν γενόμενος ἐζήτουν ὅτῳ τρόπῳ τἀληθὲς
ἐξευρεῖν δύνωμαι. περινοοῦντι δέ μοι τὰ σπουδαῖα συνέβη
γραφαῖς τισιν ἐντυχεῖν βαρβαρικαῖς, πρεσβυτέραις μὲν ὡς πρὸς
τὰ Ἑλλήνων δόγματα, θειοτέραις δὲ ὡς πρὸς τὴν ἐκείνων πλά-
νην• καί μοι πεισθῆναι ταύταις συνέβη διά τε τῶν λέξεων
τὸ
ἄτυφον καὶ τῶν εἰπόντων τὸ ἀνεπιτήδευτον καὶ τῆς τοῦ παντὸς
ποιήσεως τὸ εὐκατάληπτον καὶ τῶν μελλόντων τὸ προγνωστικὸν
καὶ τῶν παραγγελμάτων τὸ ἐξαίσιον καὶ τῶν ὅλων τὸ μοναρ-
χικόν. θεοδιδάκτου δέ μου γενομένης τῆς ψυχῆς συνῆκα ὅτι
τὰ μὲν καταδίκης ἔχει τρόπον, τὰ δὲ ὅτι λύει τὴν ἐν κόσμῳ
δουλείαν καὶ ἀρχόντων μὲν πολλῶν καὶ μυρίων ἡμᾶς ἀποσπᾷ
τυράννων, δίδωσι δὲ ἡμῖν οὐχ ὅπερ μὴ ἐλάβομεν, ἀλλ' ὅπερ
λαβόντες ὑπὸ τῆς πλάνης ἔχειν ἐκωλύθημεν.
Τούτων οὖν τὴν κατάληψιν πεποιημένος βού-
λομαι καθάπερ τὰ νήπια τῶν βρεφῶν *** ἀποδύσασθαι. τὴν
γὰρ τῆς πονηρίας σύστασιν ἐοικυῖαν τῇ τῶν βραχυτάτων σπερ-
μάτων ἴσμεν ἅτε διὰ μικρᾶς ἀφορμῆς τούτου κρατυνθέντος,
πάλιν δ' αὖ λυθησομένου, ἡμῶν πειθομένων λόγῳ θεοῦ καὶ
μὴ σκορπιζόντων ἑαυτούς. διά τινος γὰρ ἀποκρύφου θησαυροῦ
τῶν ἡμετέρων ἐπεκράτησεν, ὃν ὀρύττοντες κονιορτοῦ μὲν ἡμεῖς
ἐνεπλήσθημεν, τούτῳ δὲ τοῦ συνεστάναι τὴν ἀφορμὴν παρέ-
σχομεν. τὸ γὰρ αὑτοῦ πᾶς ὁ ἀποδεχόμενος κτῆμα τοῦ πολυ-
τιμοτέρου πλούτου τὴν ἐξουσίαν ἐχειρώσατο. ταῦτα μὲν οὖν
πρὸς τοὺς ἡμῶν οἰκείους εἰρήσθω• πρὸς δὲ ὑμᾶς τοὺς Ἕλλη-
νας τί ἂν ἕτερον ἢ τὸ μὴ τοῖς κρείττοσιν λοιδορεῖσθαι μηδ', εἰ
βάρβαροι
λέγοιντο, ταύτην λαμβάνειν τῆς χλεύης τὴν ἀφορ-
μήν; τοῦ γὰρ πάντας ἀλλήλων ἐπακούειν τῆς διαλέκτου μὴ δύ-
νασθαι τὴν αἰτίαν εὑρεῖν, ἢν ἐθέλητε, δυνήσεσθε• <τοῖς> ἐξε-
τάζειν γὰρ βουλομένοις τὰ ἡμέτερα •ᾳδίαν καὶ ἄφθονον ποιή-
σομαι τὴν διήγησιν.
Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυ-
τέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ' Ἕλλησιν ἐπιτηδευμά-
των• ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρος. τῷ γὰρ
ἑκάτερον αὐτῶν εἶναι παλαίτατον καὶ τὸν μὲν ποιητῶν καὶ
ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης βαρβάρου σοφίας
ἀρχηγόν, καὶ ὑφ' ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν•
εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ' ἡμῖν,
ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα. μάρτυρας
δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι
καταχρήσομαι. τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδὲ ὑφ' ἡμῶν παρα-
δεκτόν, τὸ δ' ἂν ἀποδεικνύηται θαυμαστόν, ὅτ' ἂν ὑμῖν
διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους παρ'
ὑμῶν
τοὺς ἐλέγχους λαμβάνω. περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γέ-
νους τε αὐτοῦ καὶ χρόνου καθ' ὃν ἤκμασεν προηρεύνησαν πρεσβύ-
τατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονὼς
καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος
Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος, μετὰ
δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Με-
γακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί• ἔπειτα γραμμα-
τικοὶ Ζηνόδοτος Ἀριστοφάνης Καλλίστρατος Κράτης Ἐρατο-
σθένης Ἀρίσταρχος Ἀπολλόδωρος. τούτων δὲ οἱ μὲν περὶ Κρά-
τητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ
τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν• οἱ δὲ περὶ Ἐρα-
τοσθένη μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως• οἱ δὲ
περὶ
Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν
τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν• Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν
ἀποικίαν, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρχίππου, τῶν Ἰλιακῶν
ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα• οἱ δὲ περὶ Ἀπολλόδωρον
μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὃ γένοιτ' ἂν ὕστερον
τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα. τινὲς δὲ πρὸ
τῶν Ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι, τοῦτ' ἔστι μετὰ τὴν
Ἰλίου ἅλωσιν ἔτεσι τετρακοσίοις. ἕτεροι δὲ κάτω τὸν χρόνον
ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες• ὁ δὲ
Ἀρχίλοχος ἤκμασε περὶ Ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ
Γύγην τὸν Λυδόν, ὕστερον τῶν Ἰλιακῶν ἔτεσι πεντακοσίοις.
καὶ περὶ μὲν τῶν χρόνων τοῦ
προειρημένου ποιητοῦ, λέγω
δὲ Ὁμήρου, στάσεώς τε τῶν εἰπόντων τὰ περὶ αὐτὸν καὶ
ἀσυμφωνίας τοῖς ἐπ' ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως
ἡμῖν ὡς ἐπὶ κεφαλαίων εἰρήσθω. δυνατὸν γὰρ παντὶ ψευδεῖς
ἀποφήνασθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας• παρ' οἷς γὰρ
ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφή, παρὰ τούτοις οὐδὲ
τὰ τῆς ἱστορίας ἀληθεύειν δυνατόν. τί γὰρ τὸ αἴτιον τῆς ἐν
τῷ γράφειν πλάνης, εἰ μὴ τὸ συντάττειν τὰ μὴ ἀληθῆ;
DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Λόγος παραινετικός πρός Ελληνας Empty Απ: Λόγος παραινετικός πρός Ελληνας

Δημοσίευση από DataTraveller Σαβ Δεκ 14, 2013 12:47 am

Παρ' ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ
ἔστιν, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. λόγου γὰρ τοῦ
δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι καὶ πειθόμενοι θεοῦ παραγ-
γέλμασι καὶ νόμῳ πατρὸς ἀφθαρσίας ἑπόμενοι, πᾶν τὸ ἐν δόξῃ
κείμενον ἀνθρωπίνῃ παραιτούμεθα, φιλοσοφοῦσί τε οὐ μόνον
οἱ πλουτοῦντες, ἀλλὰ καὶ οἱ πένητες προῖκα τῆς διδασκαλίας
ἀπολαύουσιν• τὰ γὰρ παρὰ θεοῦ τῆς ἐν κόσμῳ δωρεᾶς ὑπερ-
παίει τὴν ἀμοιβήν. τοὺς δὲ ἀκροᾶσθαι βουλομένους πάντας
οὕτως προσιέμεθα κἂν πρεσβύτιδες ὦσι κἂν μειράκια, πᾶσά τε
ἁπαξαπλῶς ἡλικία παρ' ἡμῖν τυγχάνει τιμῆς• τὰ δὲ τῆς ἀσελ-
γείας πόρρω κεχώρισται. καὶ ἡμεῖς μὲν λέγοντες οὐ ψευδόμε-
θα• τὰ δὲ τῆς ὑμετέρας περὶ
τὴν ἀπιστίαν ἐπιμονῆς καλὸν μὲν
εἰ λαμβάνοι περιγραφήν• εἰ δ' οὖν, τὰ ἡμέτερα <μὲν> ἔστω θεοῦ
γνώμῃ βεβαιούμενα, γελᾶτε δὲ ὑμεῖς, ὡς καὶ κλαύσοντες. πῶς
γὰρ οὐκ ἄτοπον Νέστορα μὲν καθ' ὑμᾶς τῶν ἵππων τὰς πα-
ρηορίας βραδέως ἀποτέμνοντα διὰ τὸ ἄτονον καὶ νωθὲς τῆς
ἡλικίας θαυμάζεσθαι πειρώμενον ἐπ' ἴσης τοῖς νέοις πολεμεῖν,
τοὺς δὲ παρ' ἡμῖν τῷ γήρᾳ παλαίοντας καὶ τὰ περὶ θεοῦ
πραγματευομένους γελᾶσθαι; τίς δὲ οὐκ ἂν γελάσειεν Ἀμαζόνας
μὲν καὶ Σεμίραμιν καί τινας ἄλλας πολεμικὰς φασκόντων ὑμῶν
γεγονέναι, τὰς δὲ παρ' ἡμῖν παρθένους λοιδορούντων; μειρά-
κιον ἦν ὁ Ἀχιλλεὺς καὶ γενναῖος εἶναι πεπίστευται σφόδρα•
καὶ ὁ Νεοπτόλεμος νεώτερος, ἀλλὰ
ἰσχυρὸς ἦν• Φιλοκτήτης
ἀσθενής, ἀλλ' ἔχρῃζεν αὐτοῦ κατὰ Τροίας τὸ δαιμόνιον. ὁ
Θερσίτης ὁποῖος ἦν; ἀλλ' ἐστρατήγει• τὸ δὲ ἀμετροεπὲς εἰ μὴ
προσῆν αὐτῷ διὰ τὴν ἀμαθίαν, οὐκ ἂν ὡς φοξὸς καὶ ψεδνὸς
διεβάλλετο. πάντες οἱ βουλόμενοι φιλοσοφεῖν *** παρ' ἡμῖν
οἳ οὐ τὸ ὁρώμενον δοκιμάζομεν οὐδὲ τοὺς προσιόντας ἡμῖν
ἀπὸ σχήματος κρίνομεν• τὸ γὰρ τῆς γνώμης ἐρρωμένον παρὰ
πᾶσιν εἶναι δύνασθαι λελογίσμεθα κἂν ἀσθενεῖς ὦσι τοῖς
σώμασι. τὰ δὲ ὑμέτερα φθόνου μεστὰ καὶ βλακείας πολλῆς.
Διὰ τοῦτο προὐθυμήθην ἀπὸ τῶν νομιζομένων
παρ' ὑμῖν τιμίων παριστᾶν ὅτι τὰ μὲν ἡμέτερα σωφρονεῖ, τὰ δὲ
ὑμέτερα [ἔθη] μανίας ἔχεται πολλῆς. οἱ γὰρ ἐν γυναιξὶ καὶ
μειρακίοις παρθένοις τε καὶ πρεσβύταις φλυαρεῖν ἡμᾶς λέγοντες
καὶ διὰ τὸ μὴ σὺν ὑμῖν εἶναι χλευάζοντες ἀκούσατε τῶν παρ'
Ἕλλησι πραγμάτων τὸν λῆρον. ληραίνει γὰρ μᾶλλον διὰ δόξης
πολλῆς τῶν παρ' ὑμῖν ἐθῶν τὰ ἐπιτηδεύματα καὶ διὰ τῆς γυ-
ναικωνίτιδος ἀσχημονεῖ. Πράξιλλαν μὲν γὰρ Λύσιππος ἐχαλ-
κούργησεν μηδὲν εἰποῦσαν διὰ τῶν ποιημάτων χρήσιμον, Λεαρχίδα
δὲ Μενέστρατος, Σιλανίων δὲ Σαπφὼ τὴν ἑταίραν, Ἤρινναν
τὴν Λεσβίαν Ναυκύδης, Βοΐσκος Μυρτίδα, Μυρὼ τὴν Βυζαν-
τίαν Κηφισόδοτος, Γόμφος Πραξαγορίδα καὶ Ἀμφίστρατος
Κλειτώ. τί γάρ μοι περὶ Ἀνύτης λέγειν Τελεσίλλης τε καὶ
Νοσσίδος; τῆς μὲν γὰρ Eὐθυκράτης τε καὶ Κηφισόδοτος, τῆς
δὲ Νικήρατος, τῆς δὲ Ἀριστόδοτός εἰσιν οἱ δημιουργοί• Μνη-
σαρχίδος τῆς Ἐφεσίας Eὐθυκράτης, Κορίννης Σιλανίων, Θα-
λιαρχίδος τῆς Ἀργείας Eὐθυκράτης. ταύτας δὲ εἰπεῖν προὐθυ-
μήθην, ἵνα μηδὲ παρ' ἡμῖν ξένον τι πράττεσθαι νομίζητε καὶ
συγκρίναντες τὰ ὑπ' ὄψιν ἐπιτηδεύματα μὴ χλευάζητε τὰς πάρ'
ἡμῖν φιλοσοφούσας. καὶ ἡ μὲν Σαπφὼ γύναιον πορνικὸν ἐρω-
τομανές, καὶ τὴν ἑαυτῆς ἀσέλγειαν ᾄδει• πᾶσαι δὲ αἱ παρ' ἡμῖν
σωφρονοῦσιν, καὶ περὶ τὰς ἠλακάτας αἱ παρθένοι τὰ κατὰ θεὸν
λαλοῦσιν ἐκφωνήματα σπουδαιότερον τῆς παρ' ὑμῖν παιδός.
τούτου χάριν αἰδέσθητε, μαθηταὶ μὲν
ὑμεῖς τῶν γυναίων
εὑρισκόμενοι, τὰς δὲ σὺν ἡμῖν πολιτευομένας σὺν τῇ μετ' αὐτῶν
ὁμηγύρει χλευάζοντες. τί γὰρ ὑμῖν ἡ Γλαυκίππη σεμνὸν εἰση-
γήσατο, παιδίον ἥτις τεράστιον ἐγέννησεν καθὼς δείκνυσιν αὐ-
τῆς ἡ εἰκών, Νικηράτου τοῦ Eὐκτήμονος Ἀθηναίου τὸ γένος
χαλκεύσαντος; εἰ γὰρ ἐκύησεν ἐλέφαντα, τί τὸ αἴτιον τοῦ δημο-
σίας ἀπολαῦσαι τιμῆς τὴν Γλαυκίππην; Φρύνην τὴν ἑταίραν
ὑμῖν Πραξιτέλης καὶ Ἡρόδοτος πεποιήκασιν, καὶ Παντευχίδα
συλλαμβάνουσαν ἐκ φθορέως Eὐθυκράτης ἐχαλκούργησεν. Βη-
σαντίδα τὴν Παιόνων βασίλισσαν, ὅτι παιδίον μέλαν ἐκύησεν,
Δεινομένης διὰ τῆς ἑαυτοῦ τέχνης μνημονεύεσθαι παρεσκεύασεν.
ἐγὼ καὶ Πυθαγόρου κατέγνωκα τὴν Eὐρώπην ἐπὶ τοῦ ταύρου
καθιδρύσαντος καὶ ὑμῶν, οἵτινες τοῦ Διὸς τὸν κατήγορον διὰ
τὴν
ἐκείνου τέχνην τετιμήκατε. γελῶ καὶ τὴν Μίκωνος
ἐπιστήμην μόσχον ποιήσαντος, ἐπὶ δὲ αὐτοῦ Νίκην, ὅτι τὴν Ἀγή-
νορος ἁρπάσας θυγατέρα μοιχείας καὶ ἀκρασίας βραβεῖον ἀπηνέγ-
κατο. διὰ τί Γλυκέραν τὴν ἑταίραν καὶ Ἀργείαν τὴν ψάλτριαν
ὁ Ὀλύνθιος Ἡρόδοτος κατεσκεύασεν; Βρύαξις Πασιφάην ἔστη-
σεν, ἧς τὴν ἀσέλγειαν μνημονεύσαντες μονονουχὶ καὶ τὰς γυ-
ναῖκας τὰς νῦν τοιαύτας εἶναι προῄρησθε. Μελανίππη τις ἦν
σοφή• διὰ τοῦτο ταύτην ὁ Λυσίστρατος ἐδημιούργησεν• ὑμεῖς
δὲ εἶναι παρ' ἡμῖν σοφὰς οὐ πεπιστεύκατε.
Πάνυ γοῦν σεμνὸς καὶ ὁ τύραννος Φάλαρις, ὃς
τοὺς ἐπιμαστιδίους θοινώμενος παῖδας διὰ τῆς Πολυστράτου τοῦ
Ἀμπρακιώτου κατασκευῆς μέχρι νῦν ὥς τις ἀνὴρ θαυμαστὸς
δείκνυται• καὶ οἱ μὲν Ἀκραγαντῖνοι βλέπειν αὐτοῦ τὸ πρόσωπον
τὸ προειρημένον διὰ τὴν ἀνθρωποφαγίαν ἐδεδίεσαν, οἷς δὲ μέλον
ἐστὶ παιδείας αὐχοῦσιν ὅτι δι' εἰκόνος αὐτὸν θεωροῦσι. πῶς
γὰρ οὐ χαλεπὸν ἀδελφοκτονίαν παρ' ὑμῖν τετιμῆσθαι, οἳ Πολυ-
νείκους καὶ Ἐτεοκλέους ὁρῶντες τὰ σχήματα [καὶ] μὴ σὺν τῷ
ποιήσαντι Πυθαγόρᾳ καταβοθρώσαντες συναπόλλυτε τῆς κακίας
τὰ ὑπομνήματα; τί μοι διὰ τὸν Περικλύμενον γύναιον, ὅπερ
ἐκύησε τριάκοντα παῖδας, ὡς θαυμαστὸν ἡγεῖσθε καὶ κατανοεῖν
ποίημα; πολλῆς γὰρ ἀκρασίας ἀπενεγκαμένην τὰ ἀκροθίνια
βδελύττεσθαι
καλὸν ἦν, τῇ κατὰ Ῥωμαίους συῒ παρεικαζο-
μένην, ἥτις καὶ αὐτὴ διὰ τὸ ὅμοιον μυστικωτέρας, ὥς φασιν,
ἠξίωται θεραπείας. ἐμοίχευσεν δὲ Ἄρης τὴν Ἀφροδίτην, καὶ
τὴν ἀπ' αὐτῶν Ἁρμονίαν Ἄνδρων ὑμῖν κατεσκεύασεν. λήρους
τε καὶ φλυαρίας Σώφρων διὰ συνταγμάτων παραδοὺς ἐνδοξό-
τερος χάριν τῆς χαλκευτικῆς [ἣ] μέχρι νῦν ἐστιν• καὶ τὸν
ψευδολόγον Aἴσωπον ἀείμνηστον οὐ μόνον τὰ μυθολογήματα, καὶ
ἡ κατὰ τὸν Ἀριστόδημον δὲ πλαστικὴ περισπούδαστος ἀπέ-
δειξεν. εἶτα πῶς οὐκ αἰδεῖσθε τοσαύτας μὲν ἔχοντες ποιητρίας οὐκ
ἐπί τι χρήσιμον, πόρνας δὲ ἀπείρους καὶ μοχθηροὺς ἄνδρας,
τῶν δὲ παρ' ἡμῖν γυναικῶν διαβάλλοντες τὴν σεμνότητα; τί μοι
σπουδαῖον μανθάνειν Eὐάνθην ἐν Περιπάτῳ τεκεῖν καὶ
πρὸς
τὴν Καλλιστράτου κεχηνέναι τέχνην; [καὶ πρὸς] τὰ Καλλιάδου
Νεαίρᾳ προσέχειν τοὺς ὀφθαλμούς; ἑταίρα γὰρ ἦν. Λαῒς ἐπόρ-
νευσεν, καὶ ὁ πόρνος αὐτὴν ὑπόμνημα τῆς πορνείας ἐποίησεν.
διὰ τί τὴν Ἡφαιστίωνος οὐκ αἰδεῖσθε πορνείαν καὶ εἰ πάνυ
Φίλων αὐτὸν ἐντέχνως ποιεῖ; τίνος δὲ χάριν διὰ Λεωχάρους
Γανυμήδη τὸν ἀνδρόγυνον ὥς τι σπουδαῖον ἔχοντες κτῆμα τετι-
μήκατε καὶ ὃ ψελιούμενόν τι γύναιον Πραξιτέλης ἐδημιούργησεν;
ἐχρῆν δὲ πᾶν τὸ τοιοῦτον εἶδος παραιτησαμένους τὸ κατὰ ἀλή-
θειαν σπουδαῖον ζητεῖν καὶ μὴ Φιλαινίδος μηδὲ Ἐλεφαντίδος
τῶν ἀρρήτων ἐπινοιῶν ἀντιποιουμένους τὴν ἡμετέραν πολιτείαν
βδελύττεσθαι.
Ταῦτα μὲν οὖν οὐ παρ' ἄλλου μαθὼν ἐξεθέμην, πολ-
λὴν δὲ ἐπιφοιτήσας γῆν καὶ τοῦτο μὲν σοφιστεύσας τὰ ὑμέτερα,
τοῦτο δὲ τέχναις καὶ ἐπινοίαις ἐγκυρήσας πολλαῖς, ἔσχατον δὲ
τῇ Ῥωμαίων ἐνδιατρίψας πόλει καὶ τὰς ἀφ' ὑμῶν ὡς αὐτοὺς
ἀνακομισθείσας ἀνδριάντων ποικιλίας καταμαθών. οὐ γάρ, ὡς
ἔθος ἐστὶ τοῖς πολλοῖς, ἀλλοτρίαις δόξαις τἀμαυτοῦ κρατύνειν
πειρῶμαι, πάντων δὲ ὧν <ἂν> αὐτὸς ποιήσωμαι τὴν κατάληψιν,
τούτων καὶ τὴν ἀναγραφὴν συντάσσειν βούλομαι. διόπερ χαί-
ρειν εἰπὼν καὶ τῇ Ῥωμαίων μεγαλαυχίᾳ καὶ τῇ Ἀθηναίων
ψυχρολογίᾳ *** δόγμασιν ἀσυναρτήτοις, τῆς καθ' ἡμᾶς βαρ-
βάρου φιλοσοφίας ἀντεποιησάμην• ἥτις ὃν τρόπον ἐστὶ τῶν
παρ' ὑμῖν ἐπιτηδευμάτων ἀρχαιοτέρα, γράφειν μὲν ἀρξάμενος,
διὰ δὲ
τὸ κατεπεῖγον τῆς ἐξηγήσεως ὑπερθέμενος, νῦν ὅτε
καιρὸς περὶ τῶν κατ' αὐτὴν δογμάτων λέγειν, *** πειράσομαι.
μὴ γὰρ δυσχεράνητε τὴν ἡμετέραν παιδείαν μηδὲ φλυαρίας καὶ
βωμολοχίας μεστὴν ἀντιλογίαν καθ' ἡμῶν πραγματεύσησθε λέ-
γοντες• Τατιανὸς ὑπὲρ τοὺς Ἕλληνας ὑπέρ <τε> τὸ ἄπειρον
τῶν φιλοσοφησάντων πλῆθος καινοτομεῖ τὰ βαρβάρων δόγματα.
τί γὰρ χαλεπὸν ἀνθρώπους πεφηνότας ἀμαθεῖς ὑπὸ ἀνθρώπου
νῦν ὁμοιοπαθοῦς συνελέγχεσθαι; τί δὲ καὶ ἄτοπον κατὰ τὸν
οἰκεῖον ὑμῖν σοφιστὴν γηράσκειν ἀεὶ πάντα διδασκομένους;
Πλὴν Ὅμηρος ἔστω μὴ μόνον ὕστερος τῶν
Ἰλιακῶν, ἀλλὰ κατ' ἐκεῖνον αὐτὸν ὑπειλήφθω τὸν τοῦ πολέμου
καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ τὸν Ἀγαμέμνονα συνεστρατεῦσθαι.
καί, εἰ βούλεταί τις, πρὶν καὶ τῶν στοιχείων γεγονέναι τὴν
εὕρεσιν. φανήσεται γὰρ ὁ προειρημένος Μωυσῆς αὐτῆς μὲν
τῆς Ἰλιακῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι, τῆς
δὲ Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ Δαρδάνου λίαν ἀρχαιό-
τερος. ἀποδείξεως δὲ ἕνεκεν μάρτυσι χρήσομαι Χαλδαίοις Φοί-
νιξιν Aἰγυπτίοις. καὶ τί μοι λέγειν πλείονα; χρὴ γὰρ τὸν πείθειν
ἐπαγγελλόμενον συντομωτέρας ποιεῖσθαι τὰς περὶ τῶν πραγμά-
των πρὸς τοὺς ἀκούοντας διηγήσεις ἢ *** Βηρωσσὸς ἀνὴρ
Βαβυλώνιος, ἱερεὺς τοῦ παρ' αὐτοῖς Βήλου, κατ' Ἀλέξανδρον
γεγονὼς Ἀντιόχῳ τῷ μετ' αὐτὸν τρίτῳ τὴν Χαλδαίων ἱστο-
ρίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασιλέων ἐκθέ-
μενος, ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ, τοῦ στρα-
τεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους• ἅτινα διὰ τῶν καθ' ἡμᾶς
προφητῶν ἴσμεν κεκηρυγμένα γεγονότα μὲν πολὺ τῆς Μωυσέως
ἡλικίας κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομή-
κοντα. Βηρωσσὸς δέ ἐστιν ἀνὴρ ἱκανώτατος• καὶ τούτου τεκμήριον,
Ἰόβας Περὶ Ἀσσυρίων γράφων παρὰ Βηρωσσοῦ φησι μεμαθηκέναι
τὴν ἱστορίαν• εἰσὶ δὲ αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο.
Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως
ἔχει. γεγόνασι παρ' αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος Ὑψικράτης
Μῶχος• τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξεν φωνὴν
Λαῖτος ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ' ἀκριβὲς πραγμα-
τευσάμενος. ἐν δὴ ταῖς τῶν προειρημένων ἱστορίαις δηλοῦται
κατὰ τίνα τῶν βασιλέων Eὐρώπης ἁρπαγὴ γέγονεν Μενελάου
τε εἰς τὴν Φοινίκην ἄφιξις καὶ τὰ περὶ Χείραμον, ὅστις Σολο-
μῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγα-
τέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ ναοῦ κατα-
σκευὴν ἐδωρήσατο. καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν
αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. τοῦ δὲ Χειράμου ὁ χρόνος
ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει• Σολομὼν
δὲ ὁ κατὰ Χείραμον
πολὺ κατώτερός ἐστι τῆς Μωυσέως ἡλικίας.
Aἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί,
καὶ τῶν κατ' αὐτοὺς γραμμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος,
οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. οὗτος τὰς τῶν βασιλέων
πράξεις ἐκτιθέμενος κατ' Ἄμωσιν Aἰγύπτου βασιλέα γεγονέναι
Ἰουδαίοις φησὶ τὴν ἐξ Aἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον
χωρία, Μωυσέως ἡγουμένου. λέγει δὲ οὕτως• ὁ δὲ Ἄμωσις ἐγέ-
νετο κατ' Ἴναχον βασιλέα. μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμ-
ματικὸς ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Aἰγυπτιακῶν
(πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δὲ <καὶ>
ὅτι κατέσκαψε τὴν Ἀουαρίαν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενό-
μενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολε-
μαῖος. ὁ δὲ ἀπ' Ἰνάχου
χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀπο-
πληροῖ γενεὰς εἴκοσι καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον.
Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε• Ἴναχος Φορω-
νεὺς Ἀπις Ἀργεῖος Κρίασος Φόρβας Τριόπας Κρότωπος Σθε-
νέλαος Δαναὸς Λυγκεὺς Ἄβας Προῖτος Ἀκρίσιος Περσεὺς
Σθενέλαος Eὐρυσθεὺς Ἀτρεὺς Θυέστης Ἀγαμέμνων, οὗ κατὰ
τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω. καὶ χρὴ
τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλή-
νων παράδοσιν οὐδ' ἱστορίας τις ἦν παρ' αὐτοῖς ἀναγραφή.
Κάδμος γὰρ ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς μετὰ
πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. μετὰ δὲ Ἴναχον ἐπὶ Φο-
ρωνέως μόγις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέ-
γονεν μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. διόπερ εἰ κατὰ Ἴναχον
πέφηνεν ὁ Μωυσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν
ἔτεσι τετρακοσίοις. ἀποδείκνυται δὲ
τοῦθ' οὕτως ἔχον ἀπὸ
[τε] τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς [καὶ Μακεδονικῶν
καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν]• ὅθεν εἰ μετὰ τὸν
Ἴναχον αἱ διαφανέστεραι πράξεις παρ' Ἕλλησιν ἀνεγράφησάν
τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωυσέα. κατὰ μὲν
γὰρ Φορωνέα τὸν μετ' Ἴναχον μνημονεύεται παρ' Ἀθηναίοις
Ὤγυγος, ἐφ' οὗ κατακλυσμὸς ὁ πρῶτος• κατὰ δὲ Φόρβαντα
Ἀκταῖος, ἀφ' οὗ Ἀκταία ἡ Ἀττική• κατὰ δὲ Τριόπαν Προμη-
θεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ
Ἰώ• κατὰ δὲ Κρότωπον ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ
Δευκαλίωνος ἐπομβρία• κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος
βασιλεία καὶ ἡ εἰς
Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ
ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις ἥ τε ἐκ Φοινίκης τῆς Eὐ-
ρώπης εἰς τὴν Κρήτην ἀνακομιδή• κατὰ δὲ Λυγκέα τῆς Κόρης
ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ
Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μί-
νωός τε ἡ βασιλεία• κατὰ δὲ Προῖτον ὁ Eὐμόλπου πρὸς Ἀθη-
ναίους πόλεμος• κατὰ δὲ Ἀκρίσιον ἡ Πέλοπος ἀπὸ Φρυγίας
διάβασις καὶ <ἡ> Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος
Κέκροψ αἵ τε Περσέως καὶ Διονύσου πράξεις καὶ Ὀρφέως μαθη-
τὴς Μουσαῖος• κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν ἑάλω τὸ Ἴλιον.
Oὐκοῦν πέφηνε Μωυσῆς ἀπό γε τῶν προειρημέ-
νων πρεσβύτερος ἡρώων πόλεων δαιμόνων. καὶ χρὴ τῷ
πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ τοῖς ἀπὸ πηγῆς
ἀρυσαμένοις Ἕλλησιν οὐ κατ' ἐπίγνωσιν τὰ ἐκείνου δόγματα.
πολλῇ γὰρ οἱ κατ' αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ τὰ
ὅσα παρὰ τῶν κατὰ Μωυσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσο-
φούντων ἔγνωσαν, παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν
ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δὲ ὅπως τὰ ὅσα μὴ
συνίεσαν διά τινος ἐπιπλάστου •ητολογίας παρακαλύπτοντες, ὡς
μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι.
Περὶ μὲν οὖν τῆς καθ' ἡμᾶς πολιτείας ἱστορίας τε τῆς κατὰ
τοὺς ἡμετέρους νόμους ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι
λόγιοι καὶ
πόσοι καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ
Πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθήσεται.
Τὸ δὲ νῦν συνέχον, σπευστέον μετὰ πάσης
ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν
ὁ Μωυσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λίνου
Φιλάμμωνος Θαμύριδος Ἀμφίονος Ὀρφέως Μουσαίου Δημο-
δόκου Φημίου Σιβύλλης Ἐπιμενίδου τοῦ Κρητός, ὅστις εἰς τὴν
Σπάρτην ἀφίκετο, <καὶ> Ἀρισταίου τοῦ Προκοννησίου τοῦ
τὰ Ἀριμάσπια συγγράψαντος Ἀσβόλου τε τοῦ Κενταύρου καὶ
Βάκιδος Δρύμωνός τε καὶ Eὔκλου τοῦ Κυπρίου καὶ Ὥρου
τοῦ Σαμίου καὶ Προναπίδου τοῦ Ἀθηναίου. Λίνος μὲν γὰρ
Ἡρακλέους ἐστὶ διδάσκαλος, ὁ δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωϊκῶν
προγενέστερος πέφηνε γενεᾷ• τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ
παιδὸς αὐτοῦ Τληπολέμου στρατεύσαντος ἐπὶ Ἴλιον. Ὀρφεὺς
δὲ κατὰ
τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν ἄλλως τε καὶ
τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθη-
ναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν
περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα. τοῦ δὲ Ὀρφέως Μουσαῖος
μαθητής. Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν Ἰλιακῶν τοῦ
πλείονα πρὸς τοὺς φιλομαθεῖς συντάττειν ἡμᾶς ἀπείργει. Δη-
μόδοκος δὲ καὶ Φήμιος κατ' αὐτὸν τὸν Τρωϊκὸν πόλεμον
γεγόνασιν• διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ
παρὰ τοῖς Φαίαξιν. καὶ ὁ Θάμυρις δὲ καὶ ὁ Φιλάμμων οὐ πολὺ
τούτων εἰσὶν ἀρχαιότεροι.
Περὶ μὲν οὖν τῆς καθ' ἕκαστον <τῶν> λογίων πραγματείας,
χρόνων τε καὶ ἀναγραφῆς αὐτῶν ὡς οἶμαι σφόδρα *** μετὰ
πάσης
ὑμῖν ἀκριβείας ἀνεγράψαμεν• ἵνα δὲ καὶ τὸ μέχρι νῦν
ἐνδέον ἀποπληρώσωμεν, ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν
ποιήσομαι τὴν ἀπόδειξιν. Μίνως μὲν γάρ, ὁ πάσης προὔχειν
νομισθεὶς σοφίας ἀγχινοίας τε καὶ νομοθεσίας, ἐπὶ Λυγκέως
τοῦ μετὰ Δαναὸν βασιλεύσαντος γέγονεν ἑνδεκάτῃ γενεᾷ μετὰ
Ἴναχον. Λυκοῦργος δέ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἅλωσιν,
πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις.
Δράκων δὲ περὶ Ὀλυμπιάδα τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται
γεγονώς, Σόλων περὶ μϚ, Πυθαγόρας περὶ ξβ. τὰς δὲ Ὀλυμ-
πιάδας ὕστερον τῶν Ἰλιακῶν ἔτεσιν ἀπεδείξαμεν γεγονυίας τετρα-
κοσίοις ἑπτά. καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων, διὰ βρα-
χέων ἔτι καὶ περὶ τῆς τῶν ἑπτὰ σοφῶν ἡλικίας ἀναγράψομεν.
τοῦ γὰρ πρεσβυτάτου τῶν προειρημένων Θαλῆτος γενομένου
περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα, καὶ τὰ περὶ τῶν μετ' αὐτὸν
σχεδὸν ἡμῖν συντόμως εἴρηται.
Ταῦθ' ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, ὁ κατὰ βαρβά-
ρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν
Ἀσσυρίων γῇ, παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτερα, δεύτερον
δὲ ἅτινα νῦν κηρύττειν ἐπαγγέλλομαι. γινώσκων δὲ λοιπὸν τίς
ὁ θεὸς καὶ τίς ἡ κατ' αὐτὸν ποίησις, ἕτοιμον ἐμαυτὸν ὑμῖν
πρὸς τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι μενούσης μοι τῆς
κατὰ θεὸν πολιτείας ἀνεξαρνήτου.

ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ
ΛOΓOΣ ΠAΡAIΝEΤIΚOΣ ΠΡOΣ EΛΛHΝAΣ.

DataTraveller
DataTraveller
Admin
Admin

Αριθμός μηνυμάτων : 559
Ημερομηνία εγγραφής : 13/12/2013
Τόπος : Κρήτη

https://psaxnodastoparelthon.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης